Ancient Greek · ~15 min
ΟΜΙΛΙΑ ΚΖʹ Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν εἰς τὸ θυσιαστήριον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 8.1-3
Not analysed yet
Ἐννόησον γάρ μοι, ἀγαπητὲ, ὅσον τῆς ἀρετῆς τὸ μέγεθος ταύτης ἀπὸ τῶν ἐπάθλων, ὧν ἐπηγγείλατο τοῖς ταύτην κατωρθωκόσιν ὁ τῶν ὅλων Θεός. Εἰπὼν γὰρ, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· ἐπειδὴ μεγάλα ἦν τὰ ἐπιτάγματα καὶ τῆς ἄκρας ἁπτόμενα κορυφῆς, φησίν· Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Εἶδες κατὰ δύναμιν ἀνθρωπίνην τίνι παρόμοιος γίνεται ὁ μὴ μόνον μὴ ἀμυνόμενος τοὺς λελυπηκότας, ἀλλὰ καὶ προσεύχεσθαι ὑπὲρ αὐτῶν σπουδάζων; Μὴ τοίνυν ἀποστερῶμεν ἑαυτοὺς διὰ ῥᾳθυμίαν τοιούτων δωρεῶν καὶ τῶν ἐπάθλων τῶν πάντα λόγον ὑπερβαινόντων, ἀλλὰ παντὶ τρόπῳ τοῦτο κατορθῶσαι σπουδάζωμεν, καὶ βιασάμενοι τὸν λογισμὸν παιδεύσωμεν εἴκειν τῷ τοῦ Θεοῦ ἐπιτάγματι. Διὰ γὰρ τοῦτο κἀγὼ νῦν ἐποιησάμην ταύτην τὴν παραίνεσιν, καὶ τὴν παραβολὴν εἰς μέσον ἤγαγον, καὶ τοῦ κατορθώματος ἔδειξα τὸ μέγεθος, καὶ ὅσον ἡμῖν ἐκ τούτου κέρδος γίνεται, ἵνα, ὡς ἔτι καιρὸς, ἕκαστος ἡμῶν, εἴ τινα ἔχοι ἐχθρωδῶς πρὸς αὐτὸν διακείμενον, σπουδὴν ποιήσηται διὰ τῆς πολλῆς θεραπείας καταλλάξαι αὐτὸν ἑαυτῷ. Καὶ μή μοι λεγέτω τις, ὅτι καὶ ἅπαξ καὶ δεύτερον παρεκάλεσα, καὶ οὐ προσήκατο· εἰ ἀπὸ εἰλικρινείας τοῦτο πράττωμεν, μὴ πρότερον παυσώμεθα, μέχρις ἂν τῇ πολλῇ προσεδρίᾳ νικήσαντες, ἐφελκυσώμεθα αὐτὸν, καὶ ἀποστήσωμεν τῆς πρὸς ἡμᾶς ἀπεχθείας. Μὴ γὰρ ἐκείνῳ τι χαριζόμεθα; Εἰς ἡμᾶς διαβαίνει τὰ τῆς εὐεργεσίας· τοῦ Θεοῦ τὴν εὔνοιαν ἐπισπώμεθα, τῶν ἁμαρτημάτων τὴν συγχώρησιν ἑαυτοῖς προαποτιθέμεθα, παῤῥησίαν πολλὴν πρὸς τὸν Δεσπότην ἐκ τούτου λαμβάνομεν. Ἂν τοῦτο κατορθώσωμεν, δυνησόμεθα μετὰ καθαροῦ συνειδότος καὶ τῇ ἱερᾷ ταύτῃ καὶ φρικτῇ τραπέζῃ προσελθεῖν, καὶ τὰ ῥήματα ἐκεῖνα τὰ τῇ εὐχῇ συνεζευγμένα μετὰ παῤῥησίας φθέγξασθαι. Ἴσασιν οἱ μεμυημένοι τὸ λεγόμενον. Διὸ τῷ ἑκάστου συνειδότι καταλιμπάνω εἰδέναι, πῶς μὲν κατωρθωκότες τὴν ἐντολὴν μετὰ παῤῥησίας προέσθαι ταῦτα δυνάμεθα κατὰ τὸν καιρὸν ἐκεῖνον τὸν φοβερόν. Εἰ δὲ ῥᾳθυμήσαιμεν, πόσης ἡμῖν οὐκ ἂν γένοιτο κατακρίσεως αἴτιον ἐναντία τοῖς ῥήμασι διαπραττομένοις, τολμᾷν ἁπλῶς καὶ εἰκῆ προφέρειν τὰ τῆς εὐχῆς ῥήματα, καὶ μεῖζον ἑαυτοῖς ἐπισωρεύειν τὸ πῦρ, καὶ τὴν ἀγανάκτησιν ἐκκαλεῖσθαι τοῦ Δεσπότου; Χαίρω καὶ εὐφραίνομαι ὁρῶν ὑμᾶς μεθ' ἡδονῆς ἀκούοντας τὰ λεγόμενα, καὶ διὰ τοῦ κρότου δεικνύντας, ὅτι ἕτοιμοι γενέσθαι σπουδάζετε, καὶ εἰς ἔργον ἀγαγεῖν τὴν δεσποτικὴν ταύτην παραίνεσιν. Τοῦτο γάρ ἐστι τὸ ἰατρεῖον τῶν ἡμετέρων ψυχῶν, τοῦτο φάρμακον τοῖς ἡμετέροις τραύμασιν, αὕτη ἀρίστη ὁδὸς τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως, τοῦτο μέγιστον δεῖγμα φιλοθέου ψυχῆς, τὸ διὰ τὸν τοῦ Δεσπότου νόμον πάντα καταδέχεσθαι, καὶ μὴ ὑποσύρεσθαι ὑπὸ τῆς τῶν λογισμῶν ἀσθενείας, ἀλλ' ἀνωτέρους γίνεσθαι τῶν παθῶν, ἐννοοῦντας τὰς ἐφ' ἑκάστης ἡμέρας παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς εὐεργεσίας γεγενημένας. Καὶ ὅσῳπερ ἂν ἐπιδειξώμεθα, οὐδὲ τὸ πολλοστὸν φθάσαι μέρος δυνησόμεθα τῶν τε ἤδη παρασχεθέντων ἡμῖν, τῶν τε καθ' ἑκάστην ἡμέραν εἰς ἡμᾶς γινομένων, καὶ τῶν τεταμιευμένων ἡμῖν ἀγαθῶν, εἰ βουληθείημεν εἰς ἔργον ἀγαγεῖν τὰ παρ' αὐτοῦ προστεταγμένα. Ἕκαστος τοίνυν ἐντεῦθεν ἐξιὼν, ἔργον τοῦτο ποιησάσθω, καὶ ὡς ἐπὶ θησαυρὸν μέγιστον σπευδέτω, καὶ μηδὲ τὸ τυχὸν ἀναβαλλέσθω. Κἂν καμεῖν δέῃ, κἂν ζητῆσαι, κἂν μακρὰν ὁδὸν ἀπελθεῖν, κἂν δυσκολίαι τινὲς ὦσι, πάντα ταῦτα τὰ κωλύματα ἀνέλωμεν. Ἑνὸς μόνου γινώμεθα, πῶς τὸ παρὰ τοῦ Δεσπότου ἐπιταχθὲν εἰς ἔργον ἀγαγεῖν δυνηθῶμεν, καὶ τῆς ὑπακοῆς τὸν μισθὸν κομίσασθαι. Μὴ γὰρ οὐκ οἶδα ὅτι βαρὺ καὶ ἐπαχθὲς φαίνεται τὸ πρὸς τὸν ἐχθρωδῶς διακείμενον καὶ πολεμίως ἀπελθεῖν καὶ στῆναι καὶ διαλεχθῆναι; Ἀλλ' ἐὰν ἐννοήσῃς τοῦ ἐπαγγέλματος τὸ ἀξίωμα, καὶ τῆς ἀμοιβῆς τὸ μέγεθος, καὶ ὅτι οὐκ εἰς ἐκεῖνον, ἀλλ' εἰς σὲ ἀνατρέχει τὰ τῆς εὐεργεσίας, πάντα σοι κοῦφα καὶ ῥᾴδια φανεῖται. Ταῦτα τοίνυν στρέφοντες ἐν τοῖς λογισμοῖς τοῖς ἡμετέροις, περιγινώμεθα τῆς συνηθείας, καὶ εὐσεβεῖ λογισμῷ τῶν ἐπιταγμάτων τοῦ Χριστοῦ πληρωταὶ γινώμεθα, ἵνα καὶ τῶν παρ' αὐτοῦ ἀμοιβῶν ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τῆς αὐτοῦ ἀγαθότητος, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.