Ancient Greek
ΟΜΙΛΙΑ Γʹ Εἰς τὰ ὑπόλοιπα τοῦ, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» ἕως τοῦ, »Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-3
Not analysed yet
Θησαυρῷ τινι προσέοικεν ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις. Καθάπερ γὰρ ἐκεῖθέν τις κἂν μικρὸν ψῆγμα λαβεῖν δυνηθείη, πολὺν ἑαυτῷ τὸν πλοῦτον ἐργάζεται· οὕτω δὴ καὶ ἐπὶ τῆς θείας Γραφῆς, καὶ ἐν βραχείᾳ λέξει πολλὴν ἔστιν εὑρεῖν τῶν νοημάτων τὴν δύναμιν, καὶ ἄφατον τὸν πλοῦτον. Καὶ οὐ θησαυρὸν μόνον, ἀλλὰ καὶ πηγὴν μιμεῖται τὰ θεῖα λόγια, δαψιλῆ τὰ νάματα ἀναβλύζουσαν, καὶ πολλὴν ἔχουσαν τὴν ἐπιῤῥοήν· καὶ τοῦτο δι' αὐτῶν τῶν ἔργων χθὲς ἅπαντες μεμαθήκαμεν. Τῶν γὰρ προοιμίων ἀρξάμενοι τοῦ τῆς κτίσεως βιβλίου εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, πᾶσαν τὴν διδασκαλίαν ἐτελειώσαμεν, καὶ οὐδὲ οὕτως τὸ πᾶν καταλαβεῖν ἐξισχύσαμεν. Πολλὴ γάρ ἐστι τοῦ θησαυροῦ ἡ περιουσία, καὶ τῶν ναμάτων τῆς πηγῆς ταύτης τῆς πνευματικῆς ἡ δαψίλεια. Καὶ μὴ θαυμάσῃς, εἰ ἡμεῖς τοῦτο πεπόνθαμεν· καὶ οἱ πρὸ ἡμῶν κατὰ δύναμιν τὴν ἑαυτῶν τὰ ἐντεῦθεν νάματα ἐξήντλησαν, καὶ οἱ μεθ' ἡμᾶς πάλιν τοῦτο ποιῆσαι ἐπιχειρήσουσι, καὶ οὐδὲ οὕτω κενῶσαι δυνήσονται τὸ πᾶν· ἀλλ' αὔξεται τὰ τῆς ἐπιῤῥοῆς, καὶ ἐπιδίδωσι τὰ νάματα. Τοιαύτη γὰρ τῶν ναμάτων τῶν πνευματικῶν ἡ φύσις· ὅσῳ ἄν τις μετὰ δαψιλείας τὰ ἐντεῦθεν ἀρύσασθαι βουληθῇ νάματα, τοσούτῳ μᾶλλον ἀναβλύζει, καὶ ἐπιδίδωσιν ἡ χάρις ἡ πνευματική. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν, Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· τὸ δαψιλὲς τῶν ναμάτων ἡμῖν ἐμφαίνων. Ἐπεὶ οὖν τοιαύτη τῶν ναμάτων τῶν πνευματικῶν ἡ φύσις, φέρε ἕκαστος ἡμῶν τὰ ἀγγεῖα τῆς διανοίας μετὰ δαψιλείας προσενέγκωμεν, ἵνα πληρώσαντες αὐτὰ, οὕτως ἐπανέλθωμεν. Ὅταν γὰρ ἴδῃ ἡ τοῦ Πνεύματος χάρις πόθον ζέοντα, καὶ διεγηγερμένην διάνοιαν, πλουσίαν τὴν παρ' ἑαυτῆς δωρεῖται χάριν. Ἀποστήσαντες τοίνυν ἑαυτοὺς πάντων τῶν βιωτικῶν, καὶ τὰς φροντίδας τὰς ἀκανθῶν δίκην συμπνίγειν δυναμένας, τὸν ἡμέτερον λογισμὸν ἐκτέμνοντες, ὅλην ἑαυτῶν τὴν διάνοιαν μεταστήσωμεν εἰς τὴν τῶν πνευματικῶν ἐπιθυμίαν, ἵνα πολλὴν ἐντεῦθεν δεξάμενοι τὴν ὠφέλειαν, καὶ κερδάναντές τι μέγα καὶ γενναῖον, οὕτως ἐξέλθωμεν. Ἀλλ' ἵνα σαφέστερος ὑμῖν ὁ λόγος γένηται, μικρὰ τῶν χθὲς εἰρημένων ὑπομνήσωμεν τὴν ὑμετέραν ἀγάπην, ἵν' οὕτω, καθάπερ σῶμα ἓν, καὶ τὰ σήμερον μέλλοντα ῥηθήσεσθαι συνάψωμεν τοῖς χθὲς εἰρημένοις. Ἐδείκνυμεν γὰρ χθὲς, καθάπερ μέμνησθε, πῶς ὁ μακάριος Μωϋσῆς διηγούμενος ἡμῖν τῶν στοιχείων τούτων τῶν ὁρωμένων τὴν δημιουργίαν ἔλεγεν, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· καὶ ἐδιδάσκομεν ὑμᾶς τὴν αἰτίαν τίνος ἕνεκεν καὶ διὰ τί οὕτω τὴν γῆν παρήγαγεν ἀμόρφωτον καὶ ἀδιατύπωτον, καὶ οἶμαι ὑμᾶς ἅπαντα μετὰ ἀκριβείας κατέχειν· ἀναγκαῖον οὖν σήμερον τοῖς ἀκολούθως εἰρημένοις ἐπεξελθεῖν. Ἐπειδὴ γὰρ εἶπεν, Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, διδάσκει ἡμᾶς ἀκριβῶς, πόθεν ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, φάσκων· Καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Σκόπει μοι ἐνταῦθα τοῦ μακαρίου προφήτου τὸ ἀπέριττον, καὶ ὅπως οὐ πάντα κατὰ μέρος διηγεῖται τὰ δημιουργηθέντα, ἀλλὰ τὰ συνεκτικώτατα τῶν στοιχείων ἡμᾶς διδάξας, καὶ οὐρανοῦ καὶ γῆς μνημονεύσας, τὰ ἄλλα παραλιμπάνει. Οὐδαμοῦ γὰρ εἰπὼν τῶν ὑδάτων τὴν δημιουργίαν, φησί· Καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Τοῦτο γὰρ ἦν τὸ καλύπτον τῆς γῆς τὸ πρόσωπον, τὸ σκότος λέγω, καὶ ἡ ἄβυσσος τῶν ὑδάτων. Ἐμάθομεν ἐντεῦθεν, ὅτι ἅπαν τὸ ὁρώμενον ἄβυσσος ἦν ὑδάτων σκότῳ κεκαλυμμένη, καὶ ἐδεῖτο τοῦ σοφοῦ δημιουργοῦ, ὥστε πᾶσαν ταύτην τὴν ἀμορφίαν ἐξελεῖν, καὶ εἰς εὐκοσμίαν τινὰ τὰ πάντα ἀγαγεῖν. Καὶ σκότος, φησὶν, ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Τί βούλεται τοῦτο τὸ εἰρημένον; Πνεῦμα, φησὶ, Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Ἐμοὶ δοκεῖ τοῦτο σημαίνειν, ὅτι ἐνέργειά τις ζωτικὴ προσῆν τοῖς ὕδασι, καὶ οὐκ ἦν ἁπλῶς ὕδωρ ἑστὼς καὶ ἀκίνητον, ἀλλὰ κινούμενον, καὶ ζωτικήν τινα δύναμιν ἔχον. Τὸ γὰρ ἀκίνητον πάντη ἄχρηστον· τὸ δὲ κινούμενον, πρὸς πολλὰ ἐπιτήδειον.