Ancient Greek · ~10 min
ΟΜΙΛΙΑ Βʹ Εἰς τὴν ἀρχὴν τῆς κτίσεως· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5
Not analysed yet
Ἵν' οὖν προθυμοτέρους ἡμᾶς ἐργάσησθε, τῶν ἤδη ῥηθέντων ἀσφαλῆ τὴν φυλακὴν ἐπιδείξασθε, καὶ μετὰ τῶν ὀρθῶν δογμάτων περὶ τὴν τοῦ βίου ἐπιμέλειαν πολλὴν ποιήσασθε τὴν σπουδήν. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς· ἵνα καὶ ὁ βίος συμφωνῇ τοῖς δόγμασι, καὶ τὰ δόγματα κηρύττῃ τὸν βίον. Πίστις γὰρ χωρὶς ἔργων νεκρά ἐστι, καὶ ἔργα χωρὶς πίστεως νεκρά ἐστι. Κἂν γὰρ δόγματα ἔχωμεν ὑγιῆ, βίου δὲ ἀμελῶμεν, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῶν δογμάτων· πάλιν ἂν βίου μὲν ἐπιμελώμεθα, περὶ τὰ δόγματα δὲ χωλεύωμεν, οὐδὲ οὕτως ἔσται τι κέρδος ἡμῖν. Διὸ προσήκει ἑκατέρωθεν ἡμῖν τὴν οἰκοδομὴν ταύτην τὴν πνευματικὴν συνεσφίγχθαι· Πᾶς γὰρ, φησὶν, ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ. Ὅρα πῶς οὐ μόνον ἀκούειν ἡμᾶς βούλεται, ἀλλὰ καὶ ποιεῖν, καὶ διὰ τῶν ἔργων ἐπιδείκνυσθαι τὴν ὑπακοὴν, καὶ τοῦτον μὲν φρόνιμον ἐκάλεσε, τὸν τὰ ἔργα τοῖς λόγοις ἀκόλουθα ἐπιδεικνύμενον, τὸν δὲ μέχρι τῶν λόγων ἱστάμενον, μωρὸν ὠνόμασεν· εἰκότως. Ὁ γὰρ τοιοῦτος, φησὶν, ἐπὶ τὴν ἄμμον τὴν οἰκίαν αὐτοῦ ᾠκοδόμησε· διὸ οὐδὲ τὴν προσβολὴν τῶν ἀνέμων ἐνεγκεῖν ἠδυνήθη, ἀλλὰ ταχέως κατέπεσε. Τοιαῦται γὰρ αἱ ῥᾴθυμοι ψυχαὶ, καὶ μὴ ἐπὶ τῆς πέτρας τῆς πνευματικῆς ἐστηριγμέναι· οὐ γὰρ περὶ οἰκοδομῆς νῦν ὁ λόγος καὶ οἰκίας, ἀλλὰ περὶ ψυχῶν ἐστι τὸ εἰρημένον, τῶν καὶ ἀπὸ τοῦ τυχόντος πειρασμοῦ σάλον ὑπομενουσῶν. Τῷ γὰρ ὀνόματι τοῦ ἀνέμου, καὶ τῆς βροχῆς, καὶ τῶν ποταμῶν, τῶν πειρασμῶν ἡμῖν τὴν ἐπαγωγὴν ᾐνίξατο. Ὁ γὰρ στεῤῥὸς καὶ ἐγρηγορὼς καὶ νήφων ταύτῃ μᾶλλον ἰσχυρότερος γίνεται· καὶ ὅσῳ τὰ τῆς θλίψεως ἐπιτείνεται, τοσούτῳ καὶ τὰ τῆς ἀνδρείας αὔξεται· ὁ δὲ ῥᾴθυμος καὶ ἀναπεπτωκὼς, κἂν βραχεῖά τις αὔρα πειρασμοῦ προσπέσῃ, εὐθέως σαλεύεται καὶ καταπίπτει, οὐ παρὰ τὴν τῶν πειρασμῶν φύσιν, ἀλλὰ παρὰ τὴν τῆς προαιρέσεως ἀσθένειαν. Διὸ χρὴ νήφειν καὶ ἐγρηγορέναι, καὶ πρὸς πάντα παρεσκευασμένους εἶναι, ἵνα καὶ ἐν τῇ ἀνέσει συγκεκροτημένοι ὦμεν, καὶ ἐν ταῖς ἐπαγομέναις θλίψεσι νήφωμεν, καὶ πολλὴν τὴν εὐγνωμοσύνην ἐπιδειξώμεθα, διηνεκῶς τὴν εὐχαριστίαν ἀναπέμποντες τῷ φιλανθρώπῳ Θεῷ. Ἂν οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, πολλῆς ἀπολαυσόμεθα τῆς ἄνωθεν ῥοπῆς, καὶ οὕτω δυνησόμεθα καὶ τὸν παρόντα βίον ἀσφαλῶς διαπερᾷν, καὶ πρὸς τὴν μέλλουσαν ζωὴν, πολλὴν ἑαυτοῖς προαποτίθεσθαι τὴν παῤῥησίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.