Ancient Greek · ~13 min
ΟΜΙΛΙΑ Γʹ Εἰς τὰ ὑπόλοιπα τοῦ, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» ἕως τοῦ, »Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-3
Not analysed yet
Ἵν' οὖν διδάξῃ ἡμᾶς, ὅτι τὸ ὕδωρ τοῦτο, τὸ πολὺ καὶ ἀμήχανον, τινὰ δύναμιν ἔχει ζωτικὴν, διὰ τοῦτό φησι· Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Τοῦτο δὲ οὐχ ἁπλῶς προλαβοῦσα λέγει ἡ θεία Γραφή· ἀλλ' ἐπειδὴ προϊοῦσα μέλλει διηγεῖσθαι ἡμῖν, ὅτι καὶ ζῶα ἐκ τούτων τῶν ὑδάτων κατὰ πρόσταγμα τοῦ τῶν ἁπάντων δημιουργοῦ παρήχθη, διὰ τοῦτο ἐντεῦθεν ἤδη διδάσκει τὸν ἀκροατὴν, ὅτι οὐχ ἁπλῶς ὕδωρ ἦν συνεστὸς, ἀλλὰ κινούμενον, καὶ διατρέχον, καὶ τὰ πάντα ἐπικλύζον. Ἐπεὶ οὖν πολλὴ κατεκέχυτο παντὸς τοῦ ὁρωμένου ἡ ἀμορφία, προσέταξεν ἀριστοτέχνης Θεὸς, καὶ τὰ τῆς ἀμορφίας διεσκεδάσθη, καὶ τὸ κάλλος τοῦτο τὸ ἀμήχανον τοῦ φωτὸς τοῦ ὁρωμένου παραχθὲν, τό τε σκότος ἀπήλασε τὸ αἰσθητὸν, καὶ τὰ πάντα κατηύγασε. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. Εἶπε, καὶ ἐγένετο ἐκέλευσε, καὶ τὸ μὲν σκότος ἐφυγαδεύθη, τὸ δὲ φῶς παρήχθη. Εἶδες δύναμιν ἄφατον; Ἀλλ' οἱ τῇ πλάνῃ προκατειλημμένοι οὐ προσέχοντες τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, οὐδὲ ἀκούοντες τοῦ μακαρίου Μωϋσέως λέγοντος· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ τότε ἐπάγοντος· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, διὰ τὸ σκότῳ καὶ τοῖς ὕδασι κεκαλύφθαι· οὕτω γὰρ ἔδοξε τῷ Δεσπότῃ ἐξ ἀρχῆς αὐτὴν παραγαγεῖν· φασὶν ὅτι προϋπέκειτο ἡ ὕλη, καὶ τὸ σκότος προϋπῆρχε. Τί ταύτης τῆς ἀνοίας χεῖρον γένοιτ' ἄν; Ἀκούεις ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο τὰ ὄντα, καὶ λέγεις ὅτι προϋπῆρχεν ἡ ὕλη; Καὶ τίς ἀνάσχοιτο τοσαύτης παροινίας τῶν νοῦν ἐχόντων; Μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ δημιουργῶν, ἵνα δεηθῇ τινος ὑποκειμένου, καὶ οὕτω τὰ τῆς τέχνης ἐπιδείξηται; Θεός ἐστιν, ᾧ πάντα εἴκει, λόγῳ καὶ προστάγματι δημιουργῶν. Ὅρα γὰρ, εἶπε μόνον, καὶ παρήχθη τὸ φῶς, καὶ παρεχώρησε τὸ σκότος. Καὶ διεχώρισεν ὁ Θεὸς ἀναμέσον τοῦ φωτὸς, καὶ ἀναμέσον τοῦ σκότους. Τί ἐστι, Διεχώρισεν; Ἑκάστῳ ἰδίαν χώραν ἀπένειμε, κατάλληλον καιρὸν ἀφώρισε. Καὶ ἐπειδὴ τοῦτο γέγονε, τότε λοιπὸν ἑκάστῳ τὴν ἁρμόζουσαν προσηγορίαν ἐπιτίθησιν. Ἐκάλεσε γὰρ, φησὶν, ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Εἶδες διαίρεσιν ἀρίστην, καὶ δημιουργίαν θαυμαστὴν, καὶ πάντα λόγον ὑπερβαίνουσαν, λόγῳ μόνῳ καὶ ἐπιτάγματι γινομένην; Εἶδες πόσῃ τῇ συγκαταβάσει ὁ μακάριος οὗτος προφήτης ἐχρήσατο, μᾶλλον δὲ ὁ φιλάνθρωπος Θεὸς διὰ τῆς τοῦ προφήτου γλώττης παιδεύων τὸ τῶν ἀνθρώπων γένος, εἰδέναι τῶν γινομένων τὴν τάξιν, καὶ τίς ὁ τοῦ παντὸς δημιουργὸς, καὶ ὅπως ἕκαστον παρήχθη; Ἐπειδὴ γὰρ ἔτι ἀτελέστερον διέκειτο τὸ τῶν ἀνθρώπων γένος, καὶ οὐκ ἠδύνατο τῶν τελειοτέρων συνιέναι τὴν κατανόησιν, διὰ τοῦτο πρὸς τὴν τῶν ἀκουόντων ἀσθένειαν τὸ Πνεῦμα τὸ ἅγιον τὴν τοῦ προφήτου γλῶτταν κινῆσαν οὕτως ἅπαντα ἡμῖν διαλέγεται. Καὶ ἵνα μάθῃς ὅτι διὰ τὸ ἀτελὲς τῆς ἡμετέρας διανοίας ταύτῃ ἐχρήσατο τῇ συγκαταβάσει τῆς διηγήσεως, ὅρα τὸν τῆς βροντῆς υἱὸν, ὅτε πρὸς ἀρετὴν ἐπέδωκε τὸ τῶν ἀνθρώπων γένος, οὐκέτι ταύτην ἐρχόμενον τὴν ὁδὸν, ἀλλ' ἐπὶ τὴν ὑψηλοτέραν διδασκαλίαν ἄγοντα τοὺς ἀκροωμένους. Εἰπὼν γὰρ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος, ἐπήγαγεν· Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Καθάπερ γὰρ ἐνταῦθα τὸ φῶς τοῦτο τὸ αἰσθητὸν, τῷ προστάγματι τοῦ Δεσπότου παραχθὲν, τὸ σκότος τοῦτο τὸ ὁρώμενον ἀπέκρυψεν· οὕτω καὶ τὸ νοητὸν φῶς τῆς πλάνης τὸ σκότος ἀπήλασε, καὶ πρὸς τὴν ἀλήθειαν τοὺς πλανωμένους ἐχειραγώγησε.