Ancient Greek · ~15 min
ΟΜΙΛΙΑ ΜΘʹ Αὗται δὲ αἱ γενέσεις, φησὶν, Ἰσαὰκ τοῦ υἱοῦ Ἀβραάμ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-49
Not analysed yet
Ὅταν οὖν ἴδῃς ἄνδρα καὶ γυναῖκα ἐν ἀρετῇ ζῶντας, καὶ ἐν ἀπαιδίᾳ τυγχάνοντας· ὅταν ἴδῃς θεοσεβεῖς ὄντας, καὶ εὐλαβείας ἐπιμελομένους, ἄπαιδας, μὴ νομίσῃς ἁμαρτιῶν εἶναι ἔργα. Πολλοὶ γὰρ τοῦ Θεοῦ τῆς οἰκονομίας οἱ λόγοι καὶ ἡμῖν ἀπόῤῥητοι, καὶ ὑπὲρ πάντων εὐχαριστεῖν δεῖ, καὶ μόνους ἐκείνους ταλανίζειν τοὺς ἐν κακίᾳ ζῶντας, οὐ τοὺς παιδία μὴ κεκτημένους. Πολλὰ γὰρ πολλάκις ὁ Θεὸς συμφερόντως οἰκονομεῖ, ἡμεῖς δὲ τὴν αἰτίαν τῶν γεγενημένων οὐκ ἴσμεν. Διὰ τοῦτο πανταχοῦ θαυμάζειν αὐτοῦ τὴν σοφίαν χρὴ, καὶ δοξάζειν αὐτοῦ τὴν φιλανθρωπίαν τὴν ἄφατον. Ἀλλὰ ταῦτα μὲν πρὸς ὠφέλειαν ἡμῖν εἴρηται τὴν ὑμετέραν, ὥστε πολλὴν τὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι, καὶ μὴ περιεργάζεσθαι τοῦ Θεοῦ τὰς οἰκονομίας· δεῖ δὲ καὶ τὴν αἰτίαν εἰπεῖν, δι' ἣν ἦσαν ἐκεῖναι στεῖραι αἱ γυναῖκες. Τίς οὖν ἐστιν ἡ αἰτία; Ἵνα, ὅταν ἴδῃς τὴν Παρθένον τίκτουσαν τὸν κοινὸν ἡμῶν Δεσπότην, μὴ ἀπιστήσῃς. Γύμνασόν σου ἐνταῦθα τὴν διάνοιαν, φησὶν, ἐν τῇ μήτρᾳ τῶν στειρῶν, ἵν' ὅταν ἴδῃς πεπηρωμένην καὶ δεδεμένην μήτραν πρὸς παιδοποιίαν ἀνοιγομένην ἐκ τῆς τοῦ Θεοῦ χάριτος, μὴ θαυμάσῃς ἀκούων ὅτι παρθένος ἔτεκε. Μᾶλλον δὲ θαύμασον καὶ ἐκπλάγηθι, ἀλλὰ μὴ ἀπιστήσῃς τῷ θαύματι. Ὅταν οὖν λέγῃ πρὸς σὲ ὁ Ἰουδαῖος, Πῶς ἔτεκεν ἡ παρθένος; εἰπὲ πρὸς αὐτὸν, Πῶς ἔτεκεν ἡ στεῖρα καὶ γεγηρακυῖα; Δύο γὰρ κωλύματα τότε ἦν, τό τε ἄωρον τῆς ἡλικίας, καὶ τὸ ἄχρηστον τῆς φύσεως· ἐπὶ δὲ τῆς παρθένου ἓν κώλυμα ἦν, τὸ μὴ μετασχεῖν αὐτὴν γάμου. Προοδοποιεῖ τοίνυν τῇ παρθένῳ ἡ στεῖρα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο στεῖραι προέλαβον, ἵνα πιστευθῇ τῆς παρθένου ὁ τόκος, ἄκουσον ἀπὸ τῶν ῥημάτων τοῦ Γαβριὴλ τῶν πρὸς τὴν παρθένον εἰρημένων. Ἐπειδὴ γὰρ ἦλθε καὶ εἶπεν αὐτῇ, Συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ἐξεπλάγη καὶ ἐθαύμασε, καὶ εἶπε· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Τί οὖν ὁ ἄγγελος; Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Μὴ ζήτει, φησὶ, φύσεως ἀκολουθίαν, ὅταν ὑπὲρ φύσιν ᾖ τὰ γινόμενα· μὴ περιβλέπου γάμων ὠδῖνας, ὅταν μείζων γάμου τῆς γεννήσεως ὁ τρόπος ᾖ. Καὶ πῶς ἔσται τοῦτο, φησὶν, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ μὴν διὰ τοῦτο ἔσται, ἐπειδὴ ἄνδρα οὐ γινώσκεις. Εἰ γὰρ ἐγίνωσκες ἄνδρα, οὐκ ἂν κατηξιώθης ὑπηρετήσασθαι τῇ διακονίᾳ ταύτῃ. Ὥστε δι' ὃ ἀπιστεῖς, δι' αὐτὸ πίστευε. Οὐκ ἐπειδὴ κακὸν ὁ γάμος, ἀλλ' ἐπειδὴ κρείττων ἡ παρθενία· τὴν δὲ τοῦ κοινοῦ πάντων Δεσπότου εἴσοδον σεμνοτέραν ἐχρῆν εἶναι τῆς ἡμετέρας· βασιλικὴ γὰρ ἦν ἡ εἴσοδος. Ἔδει κοινωνεῖν ἡμῖν τῆς γεννήσεως, καὶ ἐξηλλάχθαι τῆς ἡμετέρας. Καὶ ἀμφότερα ταῦτα γέγονε, καὶ ὅπως ἄκουε. Τὸ μὲν ἀπὸ μήτρας γενέσθαι, κοινὸν πρὸς ἡμᾶς· τὸ δὲ χωρὶς γάμων γενέσθαι, μεῖζον ἢ καθ' ἡμᾶς. Καὶ τὸ μὲν ἐν γαστρὶ σχεῖν σε, τῆς φύσεως τῆς ἀνθρωπείας· τὸ δὲ χωρὶς μίξεως γενέσθαι τὴν κύησιν, σεμνότερον τῆς ἀνθρωπίνης φύσεως· ἵνα καὶ τὴν ὑπεροχὴν καὶ τὴν κοινωνίαν τὴν πρὸς σὲ μάθῃς. Καὶ σκόπει τὴν σοφίαν τῶν γινομένων. Οὔτε ἡ ὑπεροχὴ τὴν ὁμοίωσιν καὶ συγγένειαν ἐλυμήνατο, οὔτε ἡ πρὸς ἡμᾶς συγγένεια τὴν ὑπεροχὴν ἠμαύρωσεν, ἀλλ' ἑκάτερα ἐδείκνυτο διὰ τῶν πραγμάτων· καὶ τὰ μὲν ὁλόκληρα εἶχεν ἡμέτερα, τὰ δὲ ἐνηλλαγμένα πρὸς ἡμᾶς. Ἀλλ', ὅπερ ἔλεγον, διὰ τοῦτο αἱ στεῖραι αὗται, ἵνα πιστευθῇ τῆς Παρθένου ὁ τόκος, ἵνα αὕτη χειραγωγηθῇ πρὸς τὴν πίστιν τῆς ἐπαγγελίας καὶ τῆς ὑποσχέσεως. Ἄκουσον γὰρ τί φησιν ὁ ἄγγελος πρὸς αὐτήν. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Οὕτω, φησὶν, ἔχεις τεκεῖν, καὶ τῆς ἐνεργείας τοῦ Πνεύματος τὸ πᾶν ἔσται. Μὴ τοίνυν βλέπε πρὸς τὴν γῆν· ἀπὸ τῶν οὐρανῶν ἡ ἐνέργεια ἔρχεται. Τοῦ Πνεύματός ἐστι χάρις τὸ γινόμενον· μὴ ζήτει φύσεως ἀκολουθίαν, μὴ κατὰ νόμους καὶ γάμον. Ἀλλ' ἐπειδὴ μείζονα ταῦτα ἦν ἐκείνης τὰ ῥήματα, βούλεται καὶ ἑτέραν αὐτῇ παρασχεῖν ἀπόδειξιν.