Ancient Greek
ΟΜΙΛΙΑ Εʹ Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-5
Not analysed yet
Φέρε καὶ σήμερον ἐκ τῶν τοῦ μακαρίου Μωϋσέως ῥημάτων τὴν ἑστίασιν παραθῶμεν ὑμῶν τῇ ἀγάπῃ, καὶ τὰ κατὰ τὴν τρίτην ἡμέραν παρὰ τοῦ Δεσπότου δημιουργηθέντα κατοπτεύσωμεν μετὰ ἀκριβείας. Εἰ γὰρ οἱ τὴν χρυσῖτιν γῆν ἀνορύττοντες, ἔνθα ἂν ἴδωσι φλέβας τινὰς ψήγματα ἐχούσας, οὐ πρότερον ἀφίστανται, μέχρις ἂν ἀναμοχλεύσαντες, καὶ εἰς αὐτὸ τὸ βάθος κατελθόντες πολλὴν τὴν εὐπορίαν ἐκεῖθεν καρπώσωνται· πολλῷ μᾶλλον ἡμᾶς προσήκει οὐ ψήγματα χρυσίου μέλλοντας διερευνᾶσθαι, ἀλλὰ θησαυρὸν ἄφατον εὑρίσκειν προσδοκῶντας, καθ' ἑκάστην ἡμέραν τοῦτον ἀνιχνεύειν, ἵνα πολὺν τὸν πλοῦτον τῆς περιουσίας τῆς πνευματικῆς ἐντεῦθεν καρπωσάμενοι, οὕτως οἴκαδε ἐπανέλθωμεν. Ἐκεῖ μὲν γὰρ ὁ πλοῦτος ὁ αἰσθητὸς πολλάκις καὶ κινδύνους ἔτεκε τοῖς αὐτὸν κτησαμένοις, καὶ πρὸ τῶν κινδύνων καὶ βραχεῖαν τὴν ἡδονὴν παρέχων ἀθρόον ἀπέπτη, ἢ συκοφαντῶν ἐπιθεμένων, ἢ λῃστῶν, ἢ τοιχωρύχων, ἢ τῶν οἰκετῶν τῶν φυλαττόντων ὑφελομένων, καὶ δραπετευσάντων. Ἐνταῦθα δὲ οὐδέν ἐστι τοιοῦτον ὑφικέσθαι· ἀνάλωτος γάρ ἐστιν ὁ πνευματικὸς οὗτος θησαυρὸς, καὶ ἐπειδὰν εἰς τὰ ταμιεῖα τῆς διανοίας τῆς ἡμετέρας ἐναποτεθῇ, ἀχείρωτος γίνεται πάσαις ταῖς ἐπιβουλαῖς, μόνον ἐὰν ἡμεῖς μὴ ῥᾳθυμήσαντες χώραν δῶμεν τῷ τοῦτον ἡμῶν ἀφελέσθαι ἐπιθυμοῦντι. Ὁ γὰρ ἐχθρὸς ὁ ἡμέτερος, ὁ πονηρὸς λέγω διάβολος, ἐπειδὰν ἴδῃ πλοῦτον πνευματικὸν συλλεγέντα, μέμηνε καὶ θήγει τοὺς ὀδόντας, καὶ πολλὴν τὴν ἀγρυπνίαν ἐπιδείκνυται, ὥστε καιρὸν ἐπιτήδειον εὑρεῖν, καὶ ὑφελέσθαι τι τῶν ἔνδον ἡμῖν ἀποκειμένων. Οὐδεὶς δὲ ἐκείνῳ καιρὸς ἐπιτήδειος, εἰ μὴ μόνον ἡ ῥᾳθυμία ἡ ἡμετέρα· διὸ προσήκει διηνεκῶς ἡμᾶς ἐγρηγορέναι, καὶ ἀποτειχίζειν ἐκείνῳ τὰς ἐφόδους. Ἐὰν γὰρ ἴδῃ νήφοντας, καὶ πολλὴν τὴν ἀγρυπνίαν ἐπιδεικνυμένους, ἐπειδὰν ἅπαξ καὶ δεύτερον ἐπιθέμενος θεάσηται, ὡς ἀνονήτοις ἐπιχειρεῖ, ἄπεισι λοιπὸν καταισχυνθεὶς, εἰδὼς ὅτι οὐδὲν αὐτῷ πλέον ἔσται, ἡμῶν πολλὴν τὴν φυλακὴν ἐπιδεικνυμένων. Ὡς οὖν εἰδότες ὅτι πάντα τὸν παρόντα βίον ἐναγώνιοι τυγχάνειν ὀφείλομεν, οὕτως ἑαυτοὺς καθοπλίζωμεν, ὡσανεὶ παρεστῶτα τὸν ἐχθρὸν ἔχοντες, καὶ ἀδιαλείπτως ἐπιτηροῦντα, μή πού τι μικρὸν ἀπονυστάξαντες ἀφορμὴν ἐπιθέσεως αὐτῷ παράσχωμεν. Οὐχ ὁρᾷς τοὺς πολλὰ χρήματα κεκτημένους, ἐπειδὰν ἔφοδον προσδοκῶσι πολεμίων, πόσην πρόνοιαν ἐπὶ τὴν τούτων φυλακὴν ἐπιδείκνυνται· οἱ μὲν θύραις καὶ μοχλοῖς ἐναποκλείοντες, καὶ πᾶσαν ἀσφάλειαν ἐπιδεικνύμενοι· οἱ δὲ καὶ εἰς αὐτὴν τὴν γῆν κατορύττοντες, ὥστε δυνηθῆναι πάντας λαθεῖν; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς προσήκει, τὸν πλοῦτον τῆς ἀρετῆς συναγαγόντας, μετὰ πολλῆς φυλάττειν τοῦτον τῆς ἀκριβείας, καὶ μὴ προτιθέναι ὑπὸ τοῖς τῶν ἁπάντων ὀφθαλμοῖς, ἀλλ' ἐν τῷ ἀσφαλεστάτῳ τῆς διανοίας ταμείῳ τοῦτον κατακρύπτειν, καὶ πάσας τὰς ἐφόδους ἀποτειχίζειν τῷ τοῦτον ὑφελέσθαι ἐσπουδακότι, ἵνα ἀνάλωτον αὐτὸν διαφυλάξαντες, δυνηθῶμεν τῆς ζωῆς μεθιστάμενοι ἐφόδιά τινα ἔχειν πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν. Ὥσπερ γὰρ οἱ ἐπὶ τῆς ξένης τυγχάνοντες, ἐπειδὰν μέλλωσιν εἰς τὴν οἰκείαν ἐπανιέναι πατρίδα, ἀπὸ πολλοῦ τοῦ χρόνου κατὰ μικρὸν σπεύδουσι, καὶ ἐπείγονται συναγαγεῖν τοσαῦτα τὰ ἐφόδια, ὅσα πρὸς τὸ τῆς ὁδοῦ μῆκος ἀρκεῖν αὐτοῖς δυνήσεται, ἵνα μὴ λάθωσιν ἑαυτοὺς λιμῷ παραδιδόντες· κατὰ τὸ αὐτὸ ἀκόλουθον καὶ ἡμᾶς καθάπερ ἐπὶ ξένης ἐνταῦθα τυγχάνοντας (ξένοι γὰρ πάντες καὶ παρεπίδημοί ἐσμεν), ἐνταῦθα ἤδη σκοπεῖν καὶ προαποτίθεσθαι ἑαυτοῖς τὰ διὰ τῆς ἀρετῆς τῆς πνευματικῆς ἐφόδια· ἵν' ὅταν προστάξῃ ὁ Δεσπότης εἰς τὴν οἰκείαν ἡμᾶς πατρίδα ἐπανελθεῖν, ἐμπαράσκευοι ὦμεν, καὶ τὰ μὲν μεθ' ἑαυτῶν ἀποκομίσωμεν, τὰ δὲ προπέμψαντες ὦμεν. Τοιαύτη γὰρ τῶν ἐφοδίων τούτων ἡ φύσις· ἅπερ ἂν διὰ τῆς τῶν ἀγαθῶν τούτων πράξεων ἐργασίας θελήσωμεν ἑαυτοῖς προαποθέσθαι, προφθάσαντα ἡμᾶς ἐκεῖ, τὰς θύρας ἡμῖν ἀνοίγνυσι τῆς παῤῥησίας τῆς πρὸς τὸν Δεσπότην, καὶ τὴν εἴσοδον προευτρεπίζει, ὥστε μετὰ πάσης ἀδείας εἰσελθεῖν, καὶ πολλὴν εὑρεῖν παρὰ τῷ δικαστῇ τὴν εὔνοιαν.