Ancient Greek · ~11 min
ΟΜΙΛΙΑ Δʹ Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 8
Not analysed yet
Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτὸν ταῦτα διαλεγόμενος τοῖς οὐδὲ πρὸς τοὺς ἀγαπῶντας τὴν ἴσην ἀγάπην ἐπιδεικνυμένοις. Τίς οὖν ἡμᾶς λοιπὸν ἐξαιρήσεται τῆς κολάσεως ἐκείνης, ὅταν μὴ μόνον ἐκείνης τῆς ἐντολῆς ὦμεν μακρὰν ἀπῳκισμένοι, ἀλλὰ μηδὲ τὰ αὐτὰ τοῖς τελώναις πράττωμεν; Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, φησὶ, τί μέγα ποιεῖτε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; Ὅταν οὖν μηδὲ τοῦτο παρ' ἡμῶν γίνηται, ποία σωτηρίας ἡμῖν ἐλπίς; Διὸ παρακαλῶ, μὴ γενώμεθα ἄσπλαγχνοι, ἀλλὰ δαμάσωμεν ἡμῶν τὸν λογισμὸν, καὶ πρῶτον μὲν παιδεύσωμεν νικᾷν τὸν πλησίον ἐν τῇ ἀγάπῃ, καὶ, κατὰ τὸν μακάριον Παῦλον, τῇ τιμῇ ἀλλήλους προηγούμενοι ὑπερέχοντας ἑαυτῶν, καὶ μὴ ἀνέχεσθαι ἐλαττοῦσθαι, ἀλλὰ νικᾷν, καὶ μὴ ὑπερβάλλεσθαι, ἀλλὰ καὶ πλείονα ἐπιδείκνυσθαι καὶ θερμοτέραν τὴν περὶ τοὺς ἀγαπῶντας διάθεσιν. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα συνέχει καὶ συγκροτεῖ τὴν ζωὴν τὴν ἡμετέραν, καὶ τούτῳ τῶν ἀλόγων καὶ τῶν θηρίων διεστήκαμεν, τῷ δύνασθαι, εἰ βουληθείημεν, τὴν προσήκουσαν ἡμῖν τάξιν διατηρεῖν, καὶ πολλὴν τὴν περὶ τοὺς πλησίον ὁμόνοιαν ἐπιδείκνυσθαι· ἔπειτα δὲ ἄγχειν τὸν λογισμὸν, καὶ τὸ ἀτίθασσον τοῦτο θηρίον, τὸν θυμὸν λέγω, καταξαίνειν, καὶ τὸν ἀγῶνα αὐτῷ τοῦ φοβεροῦ κριτηρίου ἐφιστᾷν, καὶ παιδεύειν, ὅτι ὑπόσχοιτο πρὸς τοὺς ἐχθροὺς σπείσασθαι, μεγάλων τεύξεται τῶν ἀγαθῶν· εἰ δὲ ἔτι φιλονεικοίη, πολλὴν ὑποστήσεται δίκην. Οὐδὲ γὰρ ἁπλῶς καὶ εἰκῆ δαπανᾷν ἡμᾶς τὸν χρόνον προσήκει, ἀλλὰ καθ' ἑκάστην ἡμέραν καὶ ὥραν πρὸ ὀφθαλμῶν λαμβάνειν τὸ τοῦ Κυρίου κριτήριον· καὶ τίνα μέν ἐστι τὰ πολλὴν ἡμῖν τὴν παῤῥησίαν προξενεῖν δυνάμενα, τίνα δὲ τὰ τὴν κόλασιν ἐπιτείνοντα. Καὶ οὕτω ταῦτα στρέφοντες ἐν τοῖς ἡμετέροις λογισμοῖς, περιγινώμεθα τῶν παθῶν, καταστέλλωμεν ἡμῶν τὰ τῆς σαρκὸς σκιρτήματα, καὶ νεκρώσωμεν ἡμῶν, κατὰ τὸν μακάριον Παῦλον, Τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, θυμὸν, πλεονεξίαν, κενοδοξίαν, βασκανίαν. Ἐὰν τούτοις τοῖς πάθεσι νεκροὺς ἑαυτοὺς καταστήσωμεν, ὡς μὴ δύνασθαι ἐν ἡμῖν ἐνεργεῖν, δυνησόμεθα τὸν καρπὸν τοῦ Πνεύματος δέξασθαι, ὅς ἐστιν Ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια. Αὕτη τοῦ Χριστιανοῦ πρὸς τὸν ἄπιστον ἔστω ἡ διαφορά· ταῦτα ἡμῶν ἔστω τὰ γνωρίσματα, μὴ τῇ προσηγορίᾳ μόνον ἐγκαλλωπιζώμεθα, μηδὲ τῷ σχήματι μέγα φρονῶμεν, μᾶλλον δὲ μηδὲ, εἰ ταῦτα κτησαίμεθα ἅπερ ἀπηριθμησάμην, μέγα φρονήσωμέν ποτε, ἀλλὰ καὶ τότε μᾶλλον ἑαυτοὺς συστείλωμεν. Ὅταν γὰρ πάντα ποιήσητε, φησὶ, λέγετε, ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν. Ἐὰν οὕτω μεμεριμνημένοι τυγχάνωμεν, καὶ τῆς ἑαυτῶν σωτηρίας φροντίζωμεν, δυνησόμεθα καὶ ἑαυτοὺς τὰ μέγιστα ὠφελεῖν, καὶ κολάσεως τῆς μελλούσης ἐξαρπάζειν, καὶ τοῖς εἰς ἡμᾶς ὁρῶσι διδάσκαλοι γίνεσθαι τῶν συμφερόντων· ἵνα μετὰ ἀκριβείας τὸν παρόντα διανύσαντες βίον, καταξιωθῶμεν τῆς ἐν τῷ μέλλοντι φιλανθρωπίας, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.