Ancient Greek · ~12 min
ΟΜΙΛΙΑ Εʹ Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-5
Not analysed yet
Καὶ ἵνα μάθῃς, ἀγαπητὲ, ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἐννόει μοι, ὅτι ὁ τὴν ἐλεημοσύνην μετὰ δαψιλείας ἐργαζόμενος καὶ ἐνταῦθα ἀγαθῷ συνειδότι τρεφόμενος διατελεῖ, καὶ ἐπειδὰν ἐντεῦθεν μεταστῇ. πολλὴν εὑρίσκει παρὰ τῷ δικαστῇ τὴν φιλανθρωπίαν, καὶ τῶν μακαρίων ἐκείνων ῥημάτων ἀκούσεται μετὰ τῶν λοιπῶν· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Τὸ αὐτὸ δὴ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν γινόμενον εὕροι τις ἄν. Οὕτω καὶ ἐπὶ τῆς ἐξομολογήσεως τῶν ἁμαρτιῶν, καὶ ἐπὶ τῶν εὐχῶν τῶν μετὰ ἐκτενείας γινομένων συμβήσεται. Ὅταν γὰρ ἐν τῇ παρούσῃ ζωῇ διὰ τῆς ἐξομολογήσεως ἀπονίψασθαι τὰ πεπλημμελημένα δυνηθῶμεν, καὶ τὴν συγχώρησιν εὑρέσθαι παρὰ τοῦ Δεσπότου, ἄπιμεν ἐκεῖ καθαροὶ τῶν ἁμαρτημάτων, καὶ πολλὴν εὑρήσομεν τὴν παῤῥησίαν ἡμῖν δωρουμένην. Οὐδὲ γὰρ οἷόν τε λοιπὸν εὑρεῖν τινα παραμυθίαν ἐκεῖ τὸν μὴ ἐν τῷ παρόντι βίῳ ἀπονιψάμενον τὰ ἡμαρτημένα. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Καὶ εἰκότως· οὗτος γάρ ἐστιν ὁ τῶν σκαμμάτων καιρὸς, καὶ τῶν ἀγώνων καὶ τῶν παλαισμάτων· ἐκεῖνος δὲ τῶν στεφάνων, καὶ τῶν ἀμοιβῶν, καὶ τῶν βραβείων. Ἀγωνισώμεθα τοίνυν ὡς ἔτι ἐν τῷ σταδίῳ διάγομεν, ἵνα ἐν τῷ καιρῷ, καθ' ὃν δεῖ τὸν στέφανον κομίσασθαι καὶ τῶν καμάτων τὰς ἀμοιβὰς, μὴ γενώμεθα τῶν καταισχυνομένων, ἀλλὰ τῶν μετὰ παῤῥησίας τὸν στέφανον ἐπὶ τῆς κεφαλῆς δεχομένων. Ταῦτα οὐχ ἁπλῶς, οὐδὲ μάτην προοιμιαζόμεθα ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλὰ βουλόμενοι καθ' ἑκάστην ἡμέραν εἰς ὑπόμνησιν ὑμᾶς ἀγαγεῖν τῶν ἀγαθῶν πράξεων, ἵνα τέλειοι καὶ ἀπηρτισμένοι τυγχάνοντες, καὶ κατὰ τὴν τῆς πολιτείας ἀρετὴν διαλάμποντες, γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα, καὶ φανήσησθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἡμέτερον, εἰς ἡμέραν Χριστοῦ, ἵνα καὶ μόνον φαινόμενοι ὠφελῆτε τοὺς ὑμῖν συγγινομένους, καὶ τῆς προσούσης ὑμῖν εὐωδίας τῆς πνευματικῆς, καὶ τῆς ἀρίστης πολιτείας μεταλαμβάνωσιν οἱ κοινωνοῦντες ὑμῖν τῆς διαλέξεως. Ὥσπερ γὰρ ἡ τῶν φαύλων συνουσία καταβλάπτειν εἴωθε τοὺς ἀναμιγνυμένους, καθάπερ καὶ ὁ μακάριος Παῦλός φησι, Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί· οὕτω καὶ ἡ τῶν ἀγαθῶν συνουσία τὰ μέγιστα ὀνίνησι τοὺς πλησιάζοντας. Διὰ τοῦτο καὶ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης συνεχώρησεν ἀναμεμίχθαι τοὺς ἀγαθοὺς τοῖς πονηροῖς, ἵνα κερδαίνωσί τι ἐκ τῆς συνουσίας, καὶ μὴ ἐναπομένωσι διηνεκῶς τῇ πονηρίᾳ, ἀλλὰ συνεχῆ ὑπόμνησιν ἔχοντες τὴν ἐκείνων θέαν, καρπώσωνταί τι πλέον ἐκ τῆς τούτων συνουσίας. Τοσαύτη γὰρ τῆς ἀρετῆς ἡ ἰσχὺς, ὡς καὶ τοὺς μὴ μετιόντας αὐτὴν σφόδρα αὐτὴν αἰδεῖσθαι, καὶ πολὺν τὸν ὑπὲρ αὐτῆς ἔπαινον διεξιέναι. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ κακία πάλιν καὶ ὑπ' αὐτῶν τῶν μετιόντων αὐτὴν διηνεκῶς βάλλεται ταῖς κατηγορίαις· οὕτως ἐστὶ πᾶσι δήλη καὶ καταφανὴς, καὶ οὐδένα εὑρήσεις ποτὲ ταχέως ἐπὶ ταύτῃ παῤῥησιαζόμενον· ἀλλὰ καὶ τὸ θαυμαστὸν, ὅτι ἃ διὰ τῶν ἔργων πράττειν ἐπιχειροῦσι, πολλάκις τοῖς λόγοις κακίζουσι, καὶ λανθάνειν τοὺς πολλοὺς βούλονται. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἣν περὶ τὸ τῶν ἀνθρώπων γένος ἐπεδείξατο, τὸ ἑκάστῳ ἡμῶν ἐπιθεῖναι κριτήριον ἀδέκαστον τὸ συνειδὸς, ἔχον ἀκριβῆ τὴν διάγνωσιν τῶν καλῶν καὶ τῶν οὐ τοιούτων· ὃ δὴ μάλιστα καὶ πάσης ἡμᾶς ἀπολογίας ἀποστερῆσαι δυνήσεται, οὐ δι' ἄγνοιαν προσπταίοντας τοῖς ἁμαρτήμασιν, ἀλλὰ διὸ ῥᾳθυμίαν ψυχῆς καὶ ἀμέλειαν τῆς ἀρετῆς.