Ancient Greek
ΟΜΙΛΙΑ ΝΕʹ Καὶ εἶπε Λάβαν τῷ Ἰακώβ· Ὅτι γὰρ ἀδελφός μου εἶ σὺ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-39
Not analysed yet
Μὴ τοίνυν ἑαυτοὺς ἀποστερήσωμεν, παρακαλῶ, τῶν τοσούτων ἀγαθῶν. Εἰ γὰρ οἱ περὶ τὴν γῆν πονούμενοι καὶ ταλαιπωροῦντες, τὰς ἑαυτῶν ἀποθήκας κενοῦντες, εἰς τὴν γῆν καταβάλλουσι τὰ σπέρματα, καὶ τὰ πάλαι συνηγμένα σκορπίζουσι, καὶ μεθ' ἡδονῆς τοῦτο ποιοῦσι, τῇ ἐλπίδι τοῦ πλείονος ἑαυτοὺς παραμυθούμενοι, καὶ ταῦτα εἰδότες ὡς καὶ ἀέρων ἀνωμαλίαι πολλάκις, καὶ γῆς ἀκαρπία, καὶ ἕτεραι πολλαὶ περιστάσεις, ἢ ἀκρίδων στρατόπεδον, ἢ ἐρυσίβης ἡ ἔφοδος τῆς προσδοκίας διαμαρτεῖν ἐποίησε, καὶ ὅμως ταῖς χρησταῖς ἐλπίσιν ἑαυτοὺς τρέφοντες, τὰ ἐν τοῖς ταμιείοις συνηγμένα τῇ γῇ παρακατατίθενται· πολλῷ μᾶλλον ἡμᾶς τὰ ἁπλῶς ἀποκείμενα σκορπίζειν εἰς τὴν τῶν πενήτων διατροφὴν προσῆκεν, ἔνθα οὐκ ἔνι ποτὲ διαμαρτεῖν τοῦ τέλους, οὐδὲ δεῖσαι τὴν ἀποτυχίαν τὴν ἐπὶ τῆς γῆς γινομένην. Ἐσκόρπισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν. Ἀλλ' ἄκουε καὶ τῶν ἑξῆς· Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὢ θαυμασίου σκορπισμοῦ. Ἐν βραχεῖ τῷ χρόνῳ τὴν διανομὴν ἐποιήσατο, καὶ ἐν διηνεκεῖ τῷ αἰῶνι ἡ δικαιοσύνη αὐτοῦ διαμένει. Τί τούτου μακαριστότερον γένοιτ' ἄν ποτε; Διὰ τοῦτο, παρακαλῶ, τὴν διὰ τῆς ἐλεημοσύνης δικαιοσύνην ἑαυτοῖς ἐπισπασώμεθα, ἵν' ᾖ καὶ περὶ ἡμῶν τοῦτο λέγεσθαι ἄξιον, ὅτι Ἐσκόρπισαν, ἔδωκαν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτῶν μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐπειδὴ γὰρ εἶπεν, Ἐσκόρπισεν, ἔδωκεν, ἵνα μὴ νομίσῃς ὅτι τὰ σκορπισθέντα ἀπώλετο, διὰ τοῦτο ταχέως ἐπήγαγεν, Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐκείνων, φησὶ, τῶν σκορπισθέντων ἡ δικαιοσύνη ἀνάλωτος μένῃ, παντὶ τῷ αἰῶνι παρεκτεινομένη καὶ μηδέποτε πέρας λαμβάνουσα. Καὶ μετὰ τῆς ἐλεημοσύνης καὶ τῆς ἄλλης ἀρετῆς πολλὴν τὴν ἐπιμέλειαν ποιησώμεθα, καὶ τὰ πάθη τῆς σαρκὸς καταστέλλωμεν, καὶ ἐξορίσωμεν ἐκ τῆς ἑαυτῶν ψυχῆς πᾶσαν ἐπιθυμίαν ἄτοπον, πάντα πονηρὸν λογισμὸν, ὀργὴν, θυμὸν, βασκανίαν, καὶ τὴν εὐμορφίαν τῆς ψυχῆς διὰ πάντων καλλωπίζωμεν, ἵνα φαιδρὸν αὐτῆς καὶ λαμπρὸν τὸ κάλλος κατασκευάσαντες ἐπισπασώμεθα ἑαυτοῖς τὸν τῶν οὐρανῶν Δεσπότην, καὶ μονὴν παρ' ἡμῖν καταξιώσῃ ποιῆσαι. Ἔνθα γὰρ ἂν ἴδῃ ψυχῆς εὐμορφίαν, εὐθέως ἐκεῖ ἐφίπταται. Αὐτὸς γὰρ εἴρηκεν, ὅτι Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον, καὶ ἡσύχιον, καὶ ταπεινὸν, καὶ τρέμοντά μου τοὺς λόγους; Εἶδες πῶς ἡμᾶς ἐδίδαξεν ἅπαντα τὰ πνευματικὰ χρώματα τὰ δυνάμενα τῆς ψυχῆς τὴν εὐμορφίαν φαιδρὰν ἀπεργάσασθαι; Ἐπὶ τὸν πρᾶον, φησὶ, καὶ ἡσύχιον, καὶ ταπεινόν. Εἶτα τὸ πάντων κατασκευαστικὸν ἐπήγαγε, Καὶ τρέμοντά μου τοὺς λόγους. Τί ἐστι τὸ, Καὶ τρέμοντά μου τοὺς λόγους; Τὴν ὑπακοὴν τῶν τοῦ Θεοῦ προσταγμάτων δι' αὐτῶν τῶν ἔργων πληροῦντα, καθάπερ καὶ ἀλλαχοῦ φησι· Μακάριος ὃς καταπτήσσει πάντα δι' εὐλάβειαν. Εἰ γὰρ ἡμεῖς, ἐπειδὰν ἴδωμεν οἰκέτην ἡμέτερον μετ' ἐπιμελείας πολλῆς τὰ ἐπιτάγματα πληροῦντα τὰ ἡμέτερα, καὶ πολλοῦ τοῦ φόβου καὶ τοῦ τρόμου, πλείονα τὴν παρ' ἑαυτῶν εὔνοιαν καὶ συμπάθειαν εἰς αὐτὸν ἐπιδεικνύμεθα· πολλῷ μᾶλλον ἂν ὁ ἀγαθὸς Δεσπότης εἰς ἡμᾶς τοῦτο ἐπιδείξηται. Διὰ τοῦτο τοίνυν ἔλεγεν· Ἐπ' ἐκεῖνον ἐπιβλέψω τὸν πρᾶον, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους. Τρέμωμεν τοίνυν, παρακαλῶ, καὶ μετὰ πολλοῦ φόβου πληρῶμεν αὐτοῦ τοὺς λόγους· αὐτοῦ γάρ εἰσι λόγοι τὰ παρ' αὐτοῦ ἡμῖν δοθέντα προστάγματα· καὶ μαθόντες τίσιν ἀρέσκεται, καὶ τίνα προσίεται, ἐκεῖνα μετίωμεν, καὶ τοιοῦτοι γενέσθαι σπουδάζωμεν, ἡσυχίαν, πραότητα, ταπείνωσιν πολλὴν ἐπιδεικνύμενοι, καὶ πάντα τὰ παρ' αὐτοῦ ἐπιτάγματα μετ' εὐλαβείας πολλῆς μετερχόμενοι καὶ φόβου πολλοῦ, ἵνα τὴν διάθεσιν τῆς γνώμης τῆς ἡμετέρας ἀποδεξάμενος ὁ τῶν ἁπάντων Δεσπότης, καὶ ἀρκεσθεὶς ἡμῶν τῇ ὑπακοῇ, ἐπιβλέψαι ἐφ' ἡμᾶς καταξιώσῃ. Ἐὰν γὰρ τοῦτο ποιῆσαι καταδέξηται, ἐν πάσῃ ἀσφαλείᾳ ἡμᾶς καταστήσει· Ἐπιβλέψω γὰρ, φησὶν, ἀντὶ τοῦ, προνοίας ἀξιώσω, χεῖρα ὀρέξω, ἐν ἅπασιν ἀντιλήψομαι, τὰς παρ' ἐμαυτοῦ φιλοτιμίας μετὰ δαψιλείας παρέξω. Ταῦτα οὖν ἅπαντα μετίωμεν, παρακαλῶ, ἵνα ἐπιβλέψῃ καὶ ἐφ' ἡμᾶς ὁ Δεσπότης, καὶ δυνηθείημεν καὶ τὸν παρόντα βίον ἀλύπως διανύσαι, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.