Ancient Greek · ~21 min
ΟΜΙΛΙΑ ΝΗʹ Καὶ ἀναβλέψας Ἰακὼβ εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Εἶπε δὲ Ἰακὼβ, ἡνίκα εἶδεν αὐτούς· Παρεμβολὴ Θεοῦ αὕτη· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολαί.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-57
Not analysed yet
Οἶδα ὅτι κεκμήκατε χθὲς, εἰς πολὺ μῆκος τοῦ λόγου προελθόντος ἡμῖν· ἀλλὰ καὶ θαρσεῖτε· ὁ κόπος ὑμῶν οὐκ ἔστι κενός· ἐν Κυρίῳ γάρ ἐστι γινόμενος, δι' ὃν καὶ ὁ πρὸς βραχὺ πόνος μεγάλων μισθῶν πρόξενος γίνεται. Εἰ γὰρ καὶ τὸ σῶμα κέκμηκεν, ἀλλ' ἡ ψυχὴ πλέον ἐῤῥώννυτο. Διὸ καὶ αὐτὸς ὁρῶν ὑμῶν ἀκμάζοντα τὸν πόθον, καὶ τὴν ἐπιθυμίαν διεγηγερμένην, βουλόμενος συστεῖλαι τὴν διδασκαλίαν, οὐκ ἠβουλήθην πρὸ τοῦ τέλους εἰς σιγὴν καταλῦσαι τὸν λόγον, εἰδὼς ὡς ταύτῃ μᾶλλον ὑμῖν χαριοῦμαι. Τὸ γὰρ πλῆθος τῶν εἰρημένων μάλιστα ἐδείκνυ τῆς ὑμετέρας φιληκοΐας τὴν πολλὴν σπουδὴν καὶ τὸν ἀκόρεστον πόθον· διὰ τοῦτο καὶ αὐτὸς μετὰ πλείονος προθυμίας τῆς πρὸς ὑμᾶς ἅπτομαι διδασκαλίας, ὁρῶν ὑμῶν καθ' ἑκάστην ἡμέραν τὴν ὄρεξιν ἐπιτεινομένην. Φέρε οὖν καὶ σήμερον τὰ ἑξῆς τῶν χθὲς εἰρημένων κατὰ δύναμιν ἐπελθόντες, τὴν συνήθη ἑστίασιν παραθῶμεν ὑμῶν τῇ ἀγάπῃ, καὶ ἴδωμεν, μετὰ τὴν τοῦ Λάβαν ἀναχώρησιν ὅπως ὁ δίκαιος τῆς ὁδοιπορίας ἅπτεται. Οὐδὲν γὰρ ἀργὸν τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων ἐστὶν, ἀλλὰ πάντα τὰ ὑπὸ τῶν δικαίων γινόμενα μεγίστης γέμει τῆς ὠφελείας. Ἐπειδὴ γὰρ τὸν τῶν ὅλων Δεσπότην εἶχον διηνεκῶς αὐτοῖς συμπαρόντα, καὶ τοὺς κατὰ τὴν ὁδοιπορίαν πόνους ἐπικουφίζοντα, πολλὴν καὶ ἀπὸ τῆς ψιλῆς αὐτῶν ὁδοιπορίας ἔστι τὴν ὠφέλειαν καρπώσασθαι. Ἀπελθόντος, φησὶ, τοῦ Λάβαν εἰς τὸν οἶκον αὐτοῦ, Καὶ Ἰακὼβ ἀπῆλθεν εἰς τὴν ἑαυτοῦ ὁδὸν, καὶ ἀναβλέψας εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ, παυσαμένου τοῦ φόβου τοῦ Λάβαν καὶ τέλος εἰληφότος, διεδέχετο λοιπὸν ὁ φόβος τοῦ ἀδελφοῦ, διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης παραθαῤῥῦναι τὸν δίκαιον βουλόμενος, καὶ πᾶσαν αὐτοῦ τὴν δειλίαν ἀποσκεδάσαι, παρεσκεύασεν αὐτὸν τῶν ἀγγέλων τὴν παρεμβολὴν ἰδεῖν. Συνήντησαν γὰρ αὐτῷ, φησὶν, οἱ ἄγγελοι τοῦ Θεοῦ. Καὶ εἶπεν Ἰακώβ· Παρεμβολὴ Θεοῦ αὕτη. Καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολαὶ, ὥστε ἐκ τῆς προσηγορίας διηνεκῆ τὴν ὑπόμνησιν εἶναι τῆς γεγενημένης αὐτῷ ἐκεῖσε ὀπτασίας. Εἶτα μετὰ τὴν ὀπτασίαν ταύτην, Ἀπέστειλε, φησὶν, ἔμπροσθεν αὐτοῦ ἀγγέλους πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐνετείλατο λέγων· Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἡσαῦ. Ὅρα καὶ μετὰ τὴν ὄψιν πόσος ἔτι ὁ φόβος ἐπέκειτο τῷ δικαίῳ. Ἐδεδοίκει γὰρ τοῦ ἀδελφοῦ τὴν ὁρμὴν, καὶ ἠγωνία, μὴ ἡ μνήμη τῶν πρὶν ὑπ' αὐτοῦ γεγενημένων εἰς τὴν κατ' αὐτοῦ ἔφοδον παρορμήσῃ. Εἴπατε, φησὶ, τῷ κυρίῳ μου Ἡσαῦ· Οὕτω λέγει ὁ παῖς σου Ἰακώβ· Μετὰ Λάβαν παρῴκησα, καὶ ἐχρόνισα ἕως τοῦ νῦν, καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι, καὶ ἀπέστειλα τῷ κυρίῳ μου, ἵνα εὕρῃ ὁ παῖς σου ἐναντίον σου χάριν. Σκόπει πῶς δέδοικε τὸν ἀδελφὸν, καὶ διὰ τοῦτο ἐξευμενίσασθαι αὐτὸν βουλόμενος, προαποστέλλει μηνύων αὐτῷ τήν τε οἰκείαν ἐπάνοδον, τήν τε γεγενημένην αὐτῷ περιουσίαν, καὶ ὅπου τὸν ἅπαντα διετέλεσε χρόνον, ἵνα μαλάξας αὐτοῦ τὸν θυμὸν, ἥμερον αὐτὸν καταστῆσαι δυνηθῇ· ὃ δὴ καὶ γεγένηται, τοῦ Θεοῦ κατευνάσαντος αὐτοῦ τὴν καρδίαν, καὶ σβέσαντος τὴν ὀργὴν αὐτοῦ, καὶ ἥμερον αὐτὸν καταστήσαντος. Εἰ γὰρ τὸν Λάβαν τὸν μετὰ τοσαύτης ὁρμῆς καταδιώξαντα, ἐν τοσούτῳ φόβῳ γενέσθαι παρεσκεύασε δι' ὧν πρὸς αὐτὸν εἶπε, πολλῷ μᾶλλον τὸν ἀδελφὸν ἡμερώτερον ἂν γενέσθαι παρεσκεύασε περὶ τὸν δίκαιον. Ἀνέστρεψαν δὲ, φησὶ, λέγοντες· Ἀπήλθομεν πρὸς τὸν ἀδελφόν σου, καὶ ἔρχεται εἰς συνάντησίν σου, καὶ τετρακόσιοι ἄνδρες μετ' αὐτοῦ. Ὅρα πῶς καὶ αὐτὸ τοῦτο ἐπέτεινε τῷ δικαίῳ τὸν φόβον. Οὐδὲ γὰρ ᾔδει τὸν σκοπὸν τοῦ ἀδελφοῦ μετὰ ἀκριβείας, ἀλλὰ μαθὼν τὸ πλῆθος τῶν συνόντων αὐτῷ ἐδεδοίκει, ὑφορώμενος μὴ ὡς πρὸς πόλεμον παρασκευασάμενος, οὕτω τὴν ὑπάντησιν ποιήσασθαι βούληται. Ἐφοβήθη γὰρ, φησὶν, Ἰακὼβ, καὶ διηπορεῖτο. Ὁ φόβος αὐτοῦ τὴν διάνοιαν διετάρασσε, καὶ οὐκ ᾔδει τὸ τί πράξει, ἀλλ' ἐν ἀπορίᾳ ἐγεγόνει· διὸ ὡς περὶ τοῦ παντὸς δεδοικὼς, καὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἔχων, Διαιρεῖ εἰς δύο παρεμβολὰς πάντα τὸν λαὸν τὸν μετ' αὐτοῦ. Εἶπε γὰρ, φησίν· Ἐὰν ἔλθῃ εἰς παρεμβολὴν μίαν καὶ κόψῃ αὐτὴν, ἡ δευτέρα ἔσται εἰς τὸ σώζεσθαι. Ταῦτα μὲν ὁ φόβος ὑπηγόρευσε καὶ ἡ πολλὴ δειλία. Ὁρῶν δὲ ἑαυτὸν ὡς ἐν δικτύοις ἀπειλημμένον, ἐπὶ τὸν ἄμαχον Δεσπότην καταφεύγει, καὶ τὰς ὑποσχέσεις τὰς εἰς αὐτὸν γεγενημένας ἀπαιτεῖ παρὰ τοῦ τῶν ὅλων Θεοῦ, μονονουχὶ λέγων πρὸς αὐτόν· Νῦν ἥκει καιρὸς, ἐν ᾧ καὶ διὰ τὴν τῶν προγόνων ἀρετὴν, καὶ διὰ τὴν παρὰ σοῦ γεγενημένην ὑπόσχεσιν δίκαιος ἂν εἴην ἁπάσης ἀπολαῦσαι συμμαχίας. Εἶπε γὰρ, φησὶν, Ἰακώβ· Ὁ Θεὸς τοῦ πατρός μου Ἀβραὰμ, καὶ ὁ Θεὸς τοῦ πατρός μου Ἰσαὰκ, σὺ, φησὶν, ὁ Θεὸς, ὁ εἰπών μοι· Ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου· ὁ ἀναστήσας με, φησὶν, ἀπὸ τῆς ξένης, καὶ προστάξας ἐπανελθεῖν πρὸς τὸν πατέρα τὸν ἴδιον καὶ εἰς τὴν γῆν τῆς γενέσεως· Ἱκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης, καὶ ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου. Ἀρκείσθω, φησὶ, πρὸς τὴν ἐπὶ τοῦ παρόντος καιροῦ συμμαχίαν. Ὁ γὰρ μέχρι τοῦ παρόντος τοσαύτην ἐπιδειξάμενος περὶ ἐμὲ κηδεμονίαν, δυνατὸς εἶ καὶ νῦν ἐξαρπάσαι με τῶν ἐπικειμένων μοι κινδύνων. Οὐδὲ γὰρ ἀγνοῶ, ὅτι Ἐν τῇ ῥάβδῳ μου ταύτῃ διῆλθον τὸν Ἰορδάνην τοῦτον· νυνὶ δὲ διὰ τὴν σὴν περὶ ἐμὲ πρόνοιαν, ὁ τὴν βακτηρίαν μόνην ἐπιφερόμενος, ἡνίκα εἰς τὴν ἀλλοτρίαν ἀπῄειν, Νῦν μετὰ δύο παρεμβολῶν παραγέγονα. Σὺ οὖν, Δέσποτα, ὁ ταύτην μοι τὴν εὐπορίαν χαρισάμενος, ὁ εἰς τοσοῦτόν με αὐξηθῆναι παρασκευάσας, σὺ νῦν Ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἡσαῦ, ὅτι φοβοῦμαι ἐγὼ αὐτὸν, μήποτε πατάξῃ με, καὶ μητέρα ἐπὶ τέκνοις. Σὺ εἶπας· Εὖ σε ποιήσω, καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους.