Ancient Greek · ~17 min
ΟΜΙΛΙΑ ΝΗʹ Καὶ ἀναβλέψας Ἰακὼβ εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Εἶπε δὲ Ἰακὼβ, ἡνίκα εἶδεν αὐτούς· Παρεμβολὴ Θεοῦ αὕτη· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολαί.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-58
Not analysed yet
Ὅρα τοῦ δικαίου τὸ φιλόθεον καὶ τὴν πολλὴν εὐγνωμοσύνην, πῶς οὐδὲν ἕτερον ἀξιοῖ τὸν Δεσπότην, ἢ τὰς οἰκείας ὑποσχέσεις πληρῶσαι. Καὶ ἐπὶ τοῖς προλαβοῦσιν εὐχαριστίαν ἐπιδειξάμενος, καὶ ὁμολογήσας ὅτι γυμνὸν ὄντα καὶ ἀπεῤῥιμμένον εἰς τοσαύτην περιουσίαν κατέστησεν, ἱκετεύει τοῦ κινδύνου αὐτὸν ἐξαρπάσαι. Εἶπας γὰρ, φησὶν, ὅτι Θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἐξαριθμηθήσεται. Ποιησάμενος δὲ τὴν πρὸς τὸν Δεσπότην παράκλησιν, καὶ τὴν ἱκετηρίαν τῆς προσευχῆς ἀνενέγκας τῷ Δεσπότῃ, καὶ τὰ παρ' ἑαυτοῦ προστίθησι. Καὶ λαβὼν, φησὶ, δῶρα, ἐξ ὧν ἐπεφέρετο, ἀπέστειλε τῷ ἀδελφῷ, διελὼν τὰ ἀποσταλέντα, καὶ ἐντολὰς δεδωκὼς, ὥστε καὶ διὰ τῶν λόγων ἐξευμενίσασθαι, καὶ μηνῦσαι τὴν ἑαυτοῦ παρουσίαν. Εἴπατε γὰρ, φησὶν, ὅτι Ἰδοὺ ὁ παῖς σου παραγίνεται ὀπίσω ἡμῶν· ὥστε πρότερον ἐξευμενίσασθαι, καὶ τότε τὴν κατὰ πρόσωπον αὐτοῦ γενέσθαι συντυχίαν. Μετὰ τοῦτο γὰρ, φησὶν, ὄψομαι τὸ πρόσωπον αὐτοῦ· ἴσως γὰρ, φησὶ, προσδέξεται τὸ πρόσωπόν μου. Καὶ προεπορεύετο τὰ δῶρα κατὰ πρόσωπον αὐτοῦ. Ἀλλ' ὅρα μοι ἐνταῦθα πάλιν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, καὶ ὅπως ἀεὶ καταλλήλως τὴν οἰκείαν πρόνοιαν ἐνδείκνυται. Ἐπὶ μὲν γὰρ τοῦ Λάβαν, ἐπειδὴ ὁ δίκαιος οὐδὲν τοιοῦτον ὑπώπτευεν, οὐδὲ ᾔδει ὅτι πάντως αὐτὸν καταλήψεται ὁ Λάβαν μετὰ πολλῆς τῆς ὁρμῆς ἐπὶ τὸ ἀμύνασθαι τὸν δίκαιον τῆς λάθρα γενομένης ἀναχωρήσεως ἕνεκα, τῷ Λάβαν ἐπιφανεὶς καταστέλλει αὐτοῦ τὴν ὁρμὴν, καὶ ἐντέλλεται μηδὲν τῷ Ἰακὼβ μηδὲ ἐν ῥήμασι λυπηρὸν ἀποκρίνασθαι· Μὴ λαλήσῃς γὰρ, φησὶ, μετὰ Ἰακὼβ πονηρόν· καὶ τοῦτο ᾠκονόμει διὰ τῆς ἐκείνου γλώττης γνώριμον γενέσθαι τῷ δικαίῳ, ἵνα μαθὼν τὴν περὶ αὐτὸν γεγενημένην οἰκονομίαν θαρσαλεώτερον καταστῇ. Νυνὶ δὲ, ἐπειδὴ ὁ ἀδελφὸς μὲν ὑπὸ τοῦ χρόνου λωφήσας ἦν, καὶ τὸν θυμὸν καὶ τὴν ἀγανάκτησιν παύσας τὴν κατὰ τοῦ Ἰακὼβ, οὗτος δὲ ἐναγώνιος ἦν, δεδοικὼς καὶ τρέμων τοῦ ἀδελφοῦ τὴν συντυχίαν, ὁ ἀγαθὸς Δεσπότης οὐκ ἔτι τῷ Ἡσαῦ ἐντέλλεται· οὐδὲ γὰρ ἐβουλεύετό τι κατὰ τοῦ ἀδελφοῦ· ἀλλὰ τὸν δίκαιον παραμυθεῖται. Μετὰ γὰρ τὸ ἀποστεῖλαι, φησὶ, τοὺς τὰ δῶρα ἀποκομίζοντας, καθευδήσας, φησὶ, καὶ Ἀναστὰς ἐν τῇ νυκτὶ ἐκείνῃ, διήγαγε τὰς δύο γυναῖκας καὶ τὰ παιδία τὴν διάβασιν τοῦ Ἰαβώχ· καὶ ἔλαβεν αὐτοὺς, καὶ διέβη τὸν χειμάῤῥουν. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ. Μεγάλη ἡ τοῦ Δεσπότου φιλανθρωπία. Ἐπειδὴ γὰρ ἔμελλε τὴν πρὸς τὸν ἀδελφὸν συντυχίαν ποιήσασθαι, ἵνα μάθῃ διὰ τῶν πραγμάτων, ὅτι οὐδὲν ἀηδὲς ὑποστήσεται, ἐν σχήματι ἀνθρώπου παλαίειν μετὰ τοῦ δικαίου καταδέχεται. Εἶτα ὁρῶν ἑαυτὸν ἡττώμενον ὁ Ἰακὼβ, Ἐκράτησε, φησὶ, τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ. Ὅλον δὲ τοῦτο συγκαταβάσεως ἕνεκεν ἐγίγνετο, ἵνα τὴν δειλίαν ἐξέληται τῆς τοῦ δικαίου ψυχῆς, καὶ πείσῃ ἐκτὸς πάσης ἀγωνίας τὴν πρὸς τὸν ἀδελφὸν συντυχίαν ποιήσασθαι. Κρατήσαντος γὰρ, φησὶν, τοῦ Ἰακὼβ τὸ πλάτος τοῦ μηροῦ, Ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ' αὐτοῦ. Εἶτα ἵνα μάθῃ ὁ Ἰακὼβ τὴν δύναμιν τοῦ πρὸς αὐτὸν παλαίειν νομιζομένου, φησὶ πρὸς αὐτόν· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Αἰσθόμενος τοίνυν ὁ δίκαιος τὸ μέγεθος τῆς δυνάμεως τοῦ ταῦτα εἰρηκότος, φησί· Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. Μεγάλων ἠξιώθην, φησὶ, καὶ ὑπὲρ τὴν ἀξίαν τὴν ἐμαυτοῦ. Οὐ πρότερον τοίνυν σε ἐάσω, μέχρις ἂν τῆς εὐλογίας ἀπολαύσω τῆς παρὰ σοῦ. Εἶτά φησι, Τί τὸ ὄνομά σου ἐστίν; Ὅρα πάλιν συγκατάβασιν. Εἰ γὰρ μὴ ἠρώτησεν, οὐκ ᾔδει τοῦ δικαίου τὴν προσηγορίαν; ᾜδει πάντως, ἀλλὰ βούλεται αὐτὸν πιστώσασθαι διὰ τῆς ἐρωτήσεως, καὶ διδάξαι, τίς ἐστιν ὁ πρὸς αὐτὸν διαλεγόμενος. Καὶ ἐπειδὴ εἶπεν, Ἰακὼβ, φησίν· Οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. Εἶδες πῶς ἔδειξε τὴν αἰτίαν ἅπασαν, δι' ἣν τὴν τοσαύτην συγκατάβασιν ἐπεδείξατο, καὶ ὁμοῦ διδάσκει τὸν δίκαιον διὰ τῆς ἐπιτεθείσης αὐτῷ προσηγορίας, τίς ἐστιν ὃν εἶδε καὶ κατασχεῖν κατηξιώθη. Οὐκ ἔτι γὰρ κληθήσεται, φησὶν, Ἰακὼβ τὸ ὄνομά σου, ἀλλ' Ἰσραήλ. Ἰσραὴλ δὲ ἑρμηνεύεται, Ὁρῶν Θεόν. Ἐπειδὴ, ὡς ἰδεῖν ἀνθρώπῳ δυνατὸν, ἰδεῖν κατηξιώθης Θεὸν, διὰ τοῦτο καὶ τὴν προσηγορίαν σοι ταύτην ἐπιτίθημι, ἵνα πᾶσι τοῖς ἑξῆς κατάδηλον γένηται, οἵας ἠξιώθης ὀπτασίας. Καὶ ἐπήγαγεν, Ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. Μηδὲ λοιπὸν δέδιθι, μηδὲ βλάβην τινὰ προσδοκήσῃ παρά τινος ὑπομένειν. Ὁ γὰρ τοσαύτην ἰσχὺν προσλαβὼν, ὡς καὶ μετὰ Θεοῦ δυνηθῆναι παλαῖσαί σε, πολλῷ μᾶλλον τῶν ἀνθρώπων περιέσῃ, καὶ ἀχείρωτος ἅπασι γενήσῃ.