Ancient Greek · ~20 min
ΟΜΙΛΙΑ Ξʹ Καὶ οἰκοδομήσας θυσιαστήριον ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-59
Not analysed yet
Φέρε καὶ σήμερον, εἰ βούλεσθε, τὴν ἀκολουθίαν τῶν πρώην ἡμῖν εἰρημένων ἀναλαβόντες, οὕτω πάλιν ἐκ τῶν ἑξῆς τὴν διδασκαλίαν πρὸς ὑμᾶς ποιησώμεθα. Ἔτι γὰρ ἡμᾶς ἡ κατὰ τὸν Ἰακὼβ ἱστορία καὶ σήμερον ἱκανὴ παιδεῦσαι τὴν πολλὴν περὶ αὐτὸν τοῦ Θεοῦ πρόνοιαν, καὶ ὅπως ταῖς οἰκείαις αὐτὸν ὑποσχέσεσι πάλιν ἐπέῤῥωσεν ἀμειβόμενος αὐτοῦ τὴν εὐγνωμοσύνην. Ἐπειδὴ γὰρ ἐν τοῖς προλαβοῦσι διηγήσατο ἡμῖν, ὅπως κατὰ τὸ τοῦ Θεοῦ πρόσταγμα καταλιπὼν τὴν Σήκιμα διὰ τὰ ὑπὸ τῶν παίδων αὐτοῦ γεγενημένα, εἰς τὴν Λούζαν ἠπείγετο· Καὶ οἰκοδομήσας, φησὶ, θυσιαστήριον, ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ. Καὶ τοῦτο προστάξας τῷ δικαίῳ, καὶ ἀπαλλάξας αὐτὸν τοῦ φόβου, οὗ κατείχετο διὰ τὴν τῶν Σηκιμιτῶν ἀναίρεσιν, τοῖς τὰς πόλεις ἐκείνας οἰκοῦσιν ἐπέβαλε, φησὶ, φόβον, ὥστε μὴ καταδιῶξαι ὀπίσω αὐτοῦ. Ὅρα τοῦ Θεοῦ τὴν πρόνοιαν, καὶ ὅσῃ κέχρηται κηδεμονίᾳ περὶ τὸν Ἰακώβ. Κατέσεισε, φησὶ, τῷ φόβῳ τὰς ψυχὰς τῶν τὰς πόλεις ἐκείνας οἰκούντων, ὥστε μὴ καταδιῶξαι ὀπίσω αὐτοῦ· ἐβούλοντο γὰρ ἴσως ἐπαμῦναι τοῖς Σηκιμίταις. Ἀλλ' ἐπειδὴ καὶ παρὰ γνώμην τοῦ δικαίου γέγονε τὰ γεγενημένα, καὶ οἱ περὶ τὸν Συμεὼν καὶ τὸν Λευὶ τῆς ἀδελφῆς τὴν σωφροσύνην ἐκδικοῦντες ἐκεῖνα εἰργάσαντο, οὐ μόνον αὐτὸν καὶ τοὺς αὐτοῦ παῖδας τῆς ἀγωνίας τοῦ φόβου ἀπαλλάττει, ἀλλὰ κἀκείνοις δειλίαν ἐνθεὶς ἀπέστησε τῆς κατ' αὐτῶν ὁρμῆς. Εἴδετε πόσον ἐστὶν ἀπολαύειν τῆς ἄνωθεν ῥοπῆς; Ὅταν γὰρ αὐτὸς ᾖ εὐνοϊκῶς περὶ ἡμᾶς διακείμενος, πάντα ἐκποδὼν γίνεται τὰ λυπηρά. Ὥσπερ γὰρ τῷ δικαίῳ θάρσος ἐνέθηκεν, οὕτως ἐκείνοις φόβον ἐπέσεισε. Δεσπότης γὰρ ὢν πάντα πρὸς ὃ βούλεται μετασκευάζει, καὶ τὴν εὐμήχανον αὐτοῦ σοφίαν διὰ πάντων ἐπιδείκνυται. Καὶ οὐδὲν ἰσχυρότερον ἂν γένοιτό ποτε τοῦ τὴν ἄνωθεν συμμαχίαν ἐπισπωμένου, ὥσπερ οὖν οὐδὲν ἀσθενέστερον τοῦ ταύτης ἠρημωμένου. Ἰδοὺ γοῦν οὗτος ὁ δίκαιος εὐαρίθμητος ὢν καὶ σφόδρα ὀλιγοστὸς, ἐπειδὴ ὑπὸ τῆς τοῦ Θεοῦ δεξιᾶς ἐφρουρεῖτο, καὶ θάρσος ἐλάμβανε, καὶ τὴν ἐπιβουλὴν διέφυγεν· ἐκεῖνοι δὲ καὶ εἰς πλῆθος πολὺ συντείνοντες, καὶ κατὰ ταὐτὸν τὴν συμφωνίαν ἐπιδεικνύμενοι οὐδὲ οὕτως ἴσχυόν τι τῶν βουλευθέντων εἰς ἔργον ἀγαγεῖν. Ἐγένετο γὰρ, φησὶ, φόβος Θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν. Ἐπειδὴ τοίνυν ἀπηλλάγη τοῦ φόβου καὶ τῶν ἐγχωρίων ὁ δίκαιος, ὅρα πάλιν τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, ἣν περὶ αὐτὸν ἐπιδείκνυται. Ὤφθη γὰρ αὐτῷ, φησὶν, ὁ Θεὸς ἔτι ὄντι ἐν Λούζᾳ. Τίνος ἕνεκεν πρόσκειται τὸ, Ἔτι, Οὐχ ἁπλῶς, ἀλλ' ἵνα μάθῃς ὅτι καὶ ἤδη ἐν τῷ τόπῳ τούτῳ ὤφθη αὐτῷ πρότερον, ἡνίκα φεύγων τὸν ἀδελφὸν ἐπὶ τὴν Μεσοποταμίαν ἐποιεῖτο τὴν ὁρμήν. Καὶ νῦν οὖν φησι· Καθάπερ τότε ὤφθη αὐτῷ ἀπιόντι, οὕτω καὶ νῦν ἐπανερχομένῳ ἐν τῷ αὐτῷ τόπῳ ἐπιφαίνεται, καὶ βεβαιοῖ τὰς ὑποσχέσεις, ἃς ἡνίκα ἀπῄει πρὸς αὐτὸν ἐποιήσατο, παρασκευάζων τὸν δίκαιον θαῤῥῆσαι τοῖς ἐπηγγελμένοις, καὶ μὴ διὰ τὸν ἐν μέσῳ χρόνον ἐνδυάσαι. Καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπεν αὐτῷ· Τὸ ὄνομά σου οὐ κληθήσεται ἔτι Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου. Καίτοι καὶ ἤδη τὴν προσηγορίαν αὐτῷ ἦν ἐπιθεὶς, ἡνίκα τὴν διάβασιν ἐποιήσατο τοῦ Ἰαβὼχ, ἀλλὰ πλείονα πληροφορίαν ἐνθεῖναι τῷ δικαίῳ βουλόμενος, καὶ νῦν τὴν αὐτὴν ποιεῖται πρὸς αὐτὸν εὐλογίαν, καί φησιν· Ἰσραὴλ κληθήσεται τὸ ὄνομά σου· καὶ αὐξάνου, καὶ πληθύνου· καὶ ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται. Ὅρα μέγεθος εὐλογίας. Οὐ μόνον εἰς πλῆθος αὐτὸν ἐκταθήσεσθαί φησιν, ἀλλὰ καὶ ἐπίδοξον γενήσεσθαι τὸ ἐξ αὐτοῦ σπέρμα. Βασιλεῖς γὰρ ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται· προμηνύων αὐτῷ ἐντεῦθεν ἤδη τῶν ἐξ αὐτοῦ τικτομένων τὴν περιφάνειαν. Καὶ τὴν γῆν, φησὶν, ἣν τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ δέδωκα, σοὶ δέδωκα αὐτὴν, καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην. Ἐπειδὴ διὰ τὰ γεγενημένα ἐν Σηκίμοις ὑπὸ τοῦ Συμεὼν καὶ Λευὶ ἔλεγεν· Ὀλιγοστός εἰμι ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ' ἐμὲ συγκόψουσί με, καὶ ἐκτριβήσομαι ἐγώ τε καὶ ὁ οἶκός μου· καὶ διὰ πάντων ἐδείκνυ καὶ τὴν ὀλιγοψυχίαν, καὶ τὴν πολλὴν δειλίαν, ἐν ᾗ κατείχετο· διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης νῦν φησι πρὸς αὐτόν· Ἐπειδὴ εἶπες, Ὀλιγοστός εἰμι, μάνθανε ὅτι καὶ αὐξηθήσῃ, καὶ πληθυνθήσεταί σου τὸ σπέρμα, καὶ οὕτως ἔσται ἐπίδοξον, ὡς συναγωγὰς ἐθνῶν καὶ βασιλεῖς ἐξ αὐτῶν γενέσθαι· καὶ οὐ μόνον οὐκ ἐκτριβήσῃ, ἀλλὰ σὺ καὶ τὸ σπέρμα τὸ σὸν πᾶσαν τὴν γῆν ταύτην κληρονομήσει. Καὶ ταύτας πρὸς αὐτὸν τὰς ὑποσχέσεις ποιησάμενος, Ἀνέβη ὁ Θεὸς ἀπ' αὐτοῦ, φησὶν, ἐκ τοῦ τόπου, οὗ ἐλάλησε μετ' αὐτοῦ. Ὅρα πόση ἡ συγκατάβασις τῶν λέξεων τῆς θείας Γραφῆς. Ἀνέβη, φησὶν, ὁ Θεὸς ἀπ' αὐτοῦ· οὐχ ἵνα καὶ ἐν τόπῳ νομίσωμεν περικεκλεῖσθαι τὸ Θεῖον, ἀλλ' ἵνα καὶ διὰ τούτου μάθωμεν αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν, ὅτι τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ συγκαταβαίνουσα ἡ τοῦ Πνεύματος χάρις, οὕτως ἅπαντα διηγεῖται. Τὸ γὰρ, ἀνέβη καὶ κατέβη, ἀνάξιον Θεοῦ· ἀλλ' ἐπειδὴ τοῦτο μάλιστα τεκμήριον τῆς ἀφάτου αὐτοῦ φιλανθρωπίας, τὸ διὰ τὴν ἡμετέραν διδασκαλίαν καὶ τῆς παχύτητος τῶν τοιούτων ῥημάτων ἀνέχεσθαι, διὰ τοῦτο ἀνθρωπίναις λέξεσι κέχρηται, ἐπειδὴ οὐδὲ δυνατὸν ἦν ἑτέρως τὴν ἀκοὴν τὴν ἀνθρωπίνην ἐνεγκεῖν τῶν λεγομένων τὸ ὕψος, εἰ πρὸς τὴν ἀξίαν τοῦ Δεσπότου ἡμῖν διελέγετο.