Ancient Greek · ~17 min
ΟΜΙΛΙΑ ΞΒʹ Καὶ εἶδεν Ἰούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾖ ὄνομα Σαύα, καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἤρ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-62
Not analysed yet
Σκόπει πῶς σιγῶσα ἀξιοπίστους μάρτυρας ἐπάγεται φωνὴν ἀφιέντας, καὶ ἱκανοὺς ἀθῷον ταύτην ἀποδεῖξαι τοῦ ἐγκλήματος. Ἐπειδὴ γὰρ τριῶν ἔδει μαρτύρων περὶ τῆς τοιαύτης ὑποθέσεως ἐγκαλουμένῃ, διὰ τοῦτο καὶ αὕτη ὡσανεὶ λαμπρὰν φωνὴν ἀφιέντα οὕτω διαπέμπεται τὰ τρία εἴδη τοῦ ἀῤῥαβῶνος, τὸν δακτύλιον, τὸν ὁρμίσκον, τὴν ῥάβδον, καὶ οἴκοι καθημένη καὶ σιγῶσα τὴν νίκην ἤρατο. Ἐπιγνοὺς γὰρ ὁ Ἰούδας εἶπε· Δεδικαίωται αὕτη, ἢ ἐγὼ, οὗ εἵνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου. Τί ἐστι, Δεδικαίωται αὕτη, ἢ ἐγώ; Τοῦτ' ἔστιν· Ἐκείνη μὲν ἀνεύθυνος, ἐγὼ δὲ ἑαυτὸν καταδικάζω, καὶ μηδενὸς ἐλέγχοντος ἐμαυτὸν ἐκκαλύπτω· μᾶλλον δὲ ἀρκοῦντα ἔλεγχον ἔχω, τὸν ἀῤῥαβῶνα τὸν παρ' ἐμοῦ δοθέντα. Εἶτα ἀπολογίαν πάλιν ὑπὲρ τῆς αὐτῆς Θάμαρ συντιθείς φησιν· Οὗ εἵνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου. Τάχα δὲ τοῦτο γέγονε καὶ δι' ἢν μέλλω ἐρεῖν αἰτίαν. Ἐπειδὴ γὰρ ἐνόμιζεν ὁ Ἰούδας παρὰ τὴν ἐκείνης αἰτίαν τὸν θάνατον ἐπενηνέχθαι τῷ Ἢρ καὶ τῷ Αὐνὰν, καὶ τοῦτο δεδοικὼς, τὸν Σηλὼμ αὐτῇ οὐ δέδωκε, καὶ ταῦτα ὑποσχόμενος, ἵνα γνῷ δι' αὐτῶν τῶν πραγμάτων ὡς οὐκ ἐκείνη αἰτία τοῦ θανάτου ἐκείνοις γεγένηται, ἀλλὰ διὰ τὴν οἰκείαν πονηρίαν τὰς τιμωρίας ἐδέχοντο (Ἀπέκτεινε γὰρ αὐτὸν, φησὶν, ὁ Θεός· καὶ πάλιν, Ἐθανάτωσεν αὐτὸν, περὶ τοῦ δευτέρου), διὰ τοῦτο αὐτὸς μίγνυται ἀγνοῶν τῇ οἰκείᾳ νύμφῃ, καὶ μανθάνει διὰ τῶν ἔργων ὅτι οὐχ ἡ ταύτης αἰτία, ἀλλ' ἡ ἐκείνων κακία ὑπευθύνους αὐτοὺς τῇ τιμωρίᾳ γενέσθαι πεποίηκε, καὶ ἐξομολογησάμενος τὸ οἰκεῖον ἁμάρτημα κἀκείνην τῆς τιμωρίας ἀπαλλάξας, Οὐ προσέθετο, φησὶν, ἔτι τοῦ γνῶναι αὐτήν· δεικνὺς ὅτι οὐδ' ἂν τὸ πρότερον αὐτῇ συνεγένετο, εἰ μὴ ἀγνοίᾳ τὴν μίξιν εἰργάσατο. Εἶτα ἐπειδὴ διηγήσατο ἡμῖν ἡ θεία Γραφὴ μετὰ ἀκριβείας τὴν γεγενημένην ἀπάτην ὑπὸ τῆς Θάμαρ, λοιπὸν διδάσκει ἡμᾶς, καὶ τίνα ἐστὶ τὰ παρ' αὐτῆς τικτόμενα παιδία. Ἐγένετο γὰρ, φησὶν, ἡνίκα ἔτικτε, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν, ὁ εἷς προεξήνεγκε τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον, λέγουσα· Αὐτὸς ἐξελεύσεται πρῶτος. Ὅρα μοι ἐνταῦθα μυστήριον καὶ προαναφώνησιν τῶν μελλόντων ἔσεσθαι. Μετὰ γὰρ τὸ δῆσαι τὴν μαῖαν εἰς τὴν χεῖρα τὸ κόκκινον, ὥστε κατάδηλον αὐτὸν γενέσθαι, τότε Ἐπισυνήγαγε τὴν χεῖρα, καὶ ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ. Παρεχώρησε, φησὶ, τῷ ἀδελφῷ τὴν πρόοδον, καὶ ὁ τελευταῖος νομιζόμενος πρῶτος ἐξῄει, καὶ ὁ πρῶτος νομιζόμενος μετ' ἐκεῖνον προῄει. Καὶ εἶπεν ἡ μαῖα· Τί διεκόπη διὰ σὲ φραγμός; Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές. Διακοπὴ γὰρ ἑρμηνεύεται τὸ ὄνομα, καὶ μερισμὸς, ὡς ἂν εἴποι τις. Καὶ μετὰ τοῦτον ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ ὁ τὸ σημεῖον ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς δεξάμενος, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαρᾶ, ὃ ἑρμηνεύεται ἀνατολή. Καὶ ὅτι οὐχ ἁπλῶς ταῦτα γεγένηται, ἀλλὰ τύπος ἦν τῶν μελλόντων ἔσεσθαι, αὐτὰ δηλοῖ τὰ πράγματα. Οὐδὲ γὰρ κατὰ φύσεως ἀκολουθίαν ἦν τὸ γεγονός. Πῶς γὰρ ἦν δυνατὸν, μετὰ τὸ δεθῆναι τὴν χεῖρα τῷ κοκκίνῳ, πάλιν συσταλῆναι, καὶ δοῦναι πάροδον τῷ μετὰ ταῦτα, εἰ μὴ θεία τις ἦν δύναμις ἡ ταῦτα προοικονομοῦσα, καὶ καθάπερ ἐν σκιᾷ τινι προδιετυποῦτο, ὅτι ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ὁ Ζαρᾶ, ὅπερ ἐστὶν ἀνατολὴ (οὗτος γὰρ ὁ τύπος τῆς Ἐκκλησίας), ἤρξατο προκύπτειν, καὶ μικρὸν προελθόντος αὐτοῦ καὶ ὑποχωρήσαντος, ἡ νομικὴ παρατήρησις ἡ διὰ τοῦ Φαρὲς μηνυομένη ἐπεισῆλθε. καὶ χρόνῳ πολλῷ κρατοῦσα, πάλιν τοῦ πρότερον ὑποχωρήσαντος, τοῦ Ζαρᾶ λέγω, προελθόντος, παρεχώρησε πάλιν τῇ Ἐκκλησίᾳ πᾶσα ἡ Ἰουδαϊκὴ πολιτεία; Ἀλλὰ τάχα νῦν ἀναγκαῖον συντομώτερον πάλιν αὐτὸ καὶ σαφέστερον εἰπεῖν. Ἤρξαντο, καθάπερ ὁ Ζαρᾶ τὴν χεῖρα προεξήνεγκεν, ὁ Νῶε καὶ ὁ Ἀβραὰμ, μᾶλλον δὲ πρὸ τοῦ Νῶε ὁ Ἄβελ καὶ ὁ Ἐνὼχ τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως πολὺν ποιεῖσθαι λόγον. Εἶτα ἐπειδὴ εἰς πλῆθος ἐκταθέντες πολλὰ φορτία ἁμαρτημάτων συνελέξαντο, ἔδει δὲ μικρᾶς τινος αὐτοὺς παραμυθίας ἀπολαύειν, ὡς σκιά τις ὁ νόμος ἐδόθη, οὐχ ὅτι ἁμαρτήματα ἀναιρῶν, ἀλλὰ ταῦτα ἀποδεικνὺς καὶ φανερὰ αὐτοῖς ἐργαζόμενος, ἵνα καθάπερ τὰ ἀτελῆ παιδία γάλακτι τρεφόμενα εἰς ἀκμὴν ἡλικίας ἐλθεῖν δυνηθῶσιν. Ἀλλ' ἐπειδὴ οὐδὲ οὕτως ἀπώναντό τι, ἀλλὰ, καίτοι ὑποδεικνύοντος τοῦ νόμου τῶν ἁμαρτημάτων τὸ μέγεθος, οὗτοι πάλιν τούτοις ἀνεφύροντο, παραγενόμενος ὁ κοινὸς Δεσπότης τὴν πνευματικὴν ταύτην καὶ ἐνάρετον πολιτείαν τῷ τῶν ἀνθρώπων ἐχαρίσατο γένει, ἧς τύπον ὁ Ζαρᾶ ἐπλήρου. Διὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς μέμνηται καὶ τῆς Θάμαρ καὶ τῶν ἐξ αὐτῆς τεχθέντων, καί φησιν· Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρᾶ ἐκ τῆς Θάμαρ.