Ancient Greek · ~17 min
ΟΜΙΛΙΑ ΞΓʹ Καὶ οὐκ ἦν γινώσκων οὐδὲν ὁ ἀρχιδεσμοφύλαξ διὰ Ἰωσήφ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-62
Not analysed yet
Τὰ λείψανα τῶν χθὲς ἡμῖν εἰρημένων βουλόμεθα σήμερον ἀποδοῦναι τῇ ὑμετέρᾳ ἀγάπῃ, καὶ τῆς κατὰ τὸν Ἰωσὴφ πάλιν ἱστορίας ἅψασθαι. Ἴστε γὰρ ὅτι χθὲς εἰς μῆκος ἡμῖν ἐκταθέντος τοῦ λόγου οὐκ ἰσχύσαμεν περαιτέρω προελθεῖν, ἀλλὰ μέχρις ἐκείνου τὸν λόγον ἐστήσαμεν, ἡνίκα διὰ τὴν τῆς Αἰγυπτίας συκοφαντίαν ὑπὸ τοῦ ἀρχιμαγείρου εἰς τὸ δεσμωτήριον ἐνεβλήθη. Διὸ σήμερον ἀναγκαῖον διδάξαι τὴν ὑμετέραν ἀγάπην τὰ κατὰ τὸ δεσμωτήριον αὐτῷ συμβεβηκότα. Ἐπειδὴ γὰρ ἐνεβλήθη εἰς τὸ ὀχύρωμα, καὶ παρεδόθη τῷ ἀρχιδεσμοφύλακι, κἀκεῖ τοσαύτη γέγονεν εἰς αὐτὸν ἡ παρὰ τοῦ Θεοῦ ῥοπὴ, ὡς πᾶσαν τὴν ἀρχὴν τοῦ δεσμωτηρίου αὐτὸν ἐμπιστευθῆναι παρὰ τοῦ ἀρχιδεσμοφύλακος. Καὶ οὐκ ἦν γινώσκων, φησὶν, οὐδὲν ὁ ἀρχιδεσμοφύλαξ διὰ Ἰωσήφ. Εἶδες πῶς ἐν αὐταῖς ταῖς θλίψεσι γενόμενος οὐδεμίαν αἴσθησιν ἐλάμβανε τῶν λυπηρῶν, ἀλλ' ἡ εὐμήχανος τοῦ Θεοῦ σοφία πάντα μετέβαλλε τὰ λυπηρά. Καὶ καθάπερ τὸν μαργαρίτην κἂν ἐν βορβόρῳ τις καταχώσειε, τὸ οἰκεῖον κάλλος ἐπιδείκνυται· οὕτω καὶ ἡ ἀρετὴ, ὅπου δ' ἂν αὐτὴν ἐμβάλῃς, τὴν οἰκείαν δύναμιν ἐπιδείκνυται, κἂν ἐν δουλείᾳ, κἂν ἐν δεσμωτηρίῳ, κἂν ἐν θλίψει, κἂν ἐν ἀνέσει. Ἐπεὶ οὖν καὶ ἐν τῷ δεσμωτηρίῳ ἐμβληθεὶς εἷλε τὸν ἀρχιδεσμοφύλακα, καὶ πάντων τῶν αὐτόθι τὴν ἐξουσίαν ἐδέξατο παρ' αὐτοῦ, ἴδωμεν ἐνταῦθα ὅπως τῆς προσούσης αὐτῷ χάριτος ἐκκαλύπτει τὴν ἰσχύν. Ἐγένετο γὰρ, φησὶ, μετὰ τὰ ῥήματα ταῦτα. Ποῖα; Ἅπερ διηγήσατο μετὰ τὸ συκοφαντηθῆναι, μετὰ τὸ καταδικασθῆναι τὸ δεσμωτήριον οἰκεῖν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μετὰ τὸ γνωρίσαι ἡμῖν, ὅτι Κύριος ἦν μετ' αὐτοῦ, καὶ ὅτι ὁ ἀρχιδεσμοφύλαξ διὰ χειρὸς αὐτοῦ πάντα τὰ αὐτόθι ἐπέτρεψεν οἰκονομεῖσθαι. Ἐγένετο οὖν μετὰ τὰ ῥήματα ταῦτα, μετὰ τὸ βληθῆναι αὐτὸν ἐν τῷ δεσμωτηρίῳ, ἁμαρτόντα τὸν ἀρχιοινοχόον καὶ τὸν ἀρχισιτοποιὸν καταδικασθῆναι ὑπὸ τοῦ βασιλέως τὸ δεσμωτήριον οἰκεῖν· καὶ δεξάμενος αὐτοὺς ὁ ἀρχιδεσμοφύλαξ συνέστησεν αὐτοὺς τῷ Ἰωσήφ. Οὐδὲ γὰρ ὡς δεσμώτῃ λοιπὸν αὐτῷ ἐκέχρητο, ἀλλ' ὡς κοινωνῷ τῆς φροντίδος, μᾶλλον δὲ καὶ ὡς ἱκανῷ ἐπικουφίζειν τὰς συμφορὰς τοῖς αὐτόθι καθειργμένοις. Καὶ παρέστη αὐτοῖς, φησί. Τί ἐστι τὸ, Παρέστη αὐτοῖς; Ἀντὶ τοῦ, παρεμυθεῖτο, ἐνεύρου αὐτῶν τὸν λογισμὸν, διήγειρεν αὐτῶν τὴν διάνοιαν, οὐ συνεχώρει καταποθῆναι ὑπὸ τῆς ἀθυμίας. Ἦσαν δὲ ἡμέρας πολλὰς ἐν τῇ φυλακῇ, καὶ εἶδον ἀμφότεροι ἐνύπνιον ἐν μιᾷ νυκτὶ ὅ τε ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιός. Ἀλλ' ὁ θαυμάσιος οὗτος ἔργον ποιούμενος τὴν τούτων παράκλησιν, ἰδὼν αὐτοὺς ὑπὸ τῆς ὄψεως τῶν ὀνειράτων τεταραγμένους καὶ συγκεχυμένους τὴν διάνοιαν, φησί· Τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον; Ἐδείκνυ γὰρ ἡ τοῦ προσώπου κατάστασις τὴν ἔνδον ταραχήν. Διὰ τοῦτο καὶ σοφός τις ἔλεγε· Καρδίας εὐφραινομένης θάλλει πρόσωπον· ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει. Ἐπεὶ οὖν εἶδεν αὐτοὺς ἐν κατηφείᾳ τυγχάνοντας διὰ τὴν τῶν ὀνειράτων ὄψιν, ἐπυνθάνετο τὴν αἰτίαν μαθεῖν βουλόμενος. Ὅρα πῶς καὶ ἐν δεσμωτηρίῳ τυγχάνων τὴν οἰκείαν ἀρετὴν ἐπεδείκνυτο, καὶ τὰς ἀθυμίας ἑτέροις ἐπικουφίζειν ἐσπούδαζε. Τί οὖν ἐκεῖνοι; Ἐνύπνιον εἴδομεν, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό. Ἠγνόουν τοῦ πρὸς αὐτοὺς διαλεγομένου τὴν σοφίαν· ὡς ἑνὶ τῶν πολλῶν αὐτῷ προσεῖχον, διὰ τοῦτο οὐδὲ τὸ ἐνύπνιον λέγουσιν, ἀλλ' ὅτι μόνον εἶδον, καί φασιν· Οὐδείς ἐστιν ὁ συγκρίνων αὐτό. Ἀλλ' ὁ θαυμάσιος ἀνήρ φησι πρὸς αὐτούς· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστι; Διηγήσασθε οὖν μοι. Μὴ γὰρ οἴκοθεν ἐπαγγέλλομαί τι ὑμῖν ἐρεῖν; Θεός ἐστιν ὁ ἀποκαλύπτων. Διηγήσασθε οὖν μοι. Ὅρα σύνεσιν καὶ ταπεινοφροσύνης ὑπερβολήν. Οὐκ εἶπεν, ὅτι Ἐγὼ ὑμῖν διακρίνω, ἐγὼ ὑμῖν λέγω τῶν ὀνειράτων τὴν ἔκβασιν, ἀλλὰ τί; Διηγήσασθε οὖν μοι. Θεὸς γάρ ἐστι μόνος ὁ τὰ τοιαῦτα ἀποκαλύπτων. Καὶ διηγήσατο ὁ ἀρχιοινοχόος. Καὶ ἀκούσας ὁ Ἰωσήφ φησι· Τοῦτο ἡ σύγκρισις αὐτοῦ. Οἱ τρεῖς πυθμένες, τρεῖς ἡμέραι εἰσίν· ἔτι τρεῖς ἡμέραι, καὶ μνησθήσεται Φαραὼ τῆς ἀρχιοινοχοΐας σου, καὶ ἀποκαταστήσει σε, καὶ δώσεις τὸ ποτήριον Φαραὼ εἰς τὴν χεῖρα αὐτοῦ κατὰ τὴν ἀρχήν σου τὴν προτέραν, ὡς ἦσθα οἰνοχοῶν. Ἀλλὰ ἀναμνήσθητί μου διὰ σεαυτοῦ, ὅταν εὖ σοι γένηται, καὶ ποιήσεις ἐπ' ἐμὲ ἔλεος, καὶ μνήσθητι περὶ ἐμοῦ πρὸς Φαραὼ, καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου, ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδὲν, καὶ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον. Ἐπειδὴ προεμήνυσεν αὐτῷ τὰ μέλλοντα αὐτῷ χρηστὰ συμβήσεσθαι, καὶ τὴν καταλλαγὴν τοῦ βασιλέως, φησὶ, Μνήσθητί μου διὰ σεαυτοῦ, ὅταν ἀπολάβῃς σου τὴν εὐημερίαν· μνήμην ποίησαι τοῦ σοι ταῦτα προμηνύσαντος, καὶ ποιήσεις ἐπ' ἐμὲ ἔλεος.