Ancient Greek
ΟΜΙΛΙΑ ΞΒʹ Καὶ εἶδεν Ἰούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾖ ὄνομα Σαύα, καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἤρ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-43
Not analysed yet
Ἀλλ' ὅρα μετὰ τοσαύτην νίκην, μετὰ τοσαύτην ἀνδρείαν, ὑπὲρ ὧν ἐχρῆν αὐτὸν στεφανωθῆναι, ὑπὲρ ὧν ἐχρῆν αὐτὸν ἀνακηρυχθῆναι, πάλιν ὡσανεὶ ὑπεύθυνον τὰ μυρία ὑπομένοντα δεινά. Ἡ γὰρ Αἰγυπτία ἐκείνη οὐ φέρουσα λοιπὸν τὴν αἰσχύνην καὶ τὸ ὄνειδος, ᾗ περιέβαλλεν ἑαυτὴν ἀδυνάτοις ἐπιχειρήσασα, πρότερον μὲν τοὺς ἐπὶ τῆς οἰκίας συγκαλεσαμένη κατηγορεῖ τοῦ νεανίσκου, καὶ τὰ παρ' αὐτῆς μανικῶς προταθέντα, ὡς παρ' ἐκείνου εἰρημένα φήσασα, οὕτως ἀπατᾷν ἅπαντας ἐπεχείρει. Τοιοῦτον γὰρ ἔθος τῇ κακίᾳ, ἀεὶ πρὸς τὴν ἀρετὴν ἀγωνιζομένην τὰ ἑαυτῆς ἐλαττώματα ἐκείνῃ ἐπιχειρεῖν προστρίβεσθαι· ὃ δὴ καὶ αὕτη τότε ἐποίει, τὸν νεανίσκον ὡς ἀκόλαστον διαβάλλουσα καὶ ἑαυτῇ προσωπεῖον σωφροσύνης περιθεῖσα, καὶ λέγουσα διὰ τοῦτο κἀκεῖνον τὰ ἱμάτια καταλελοιπέναι, καὶ ταύτην ταῦτα κατεσχηκέναι. Καὶ ὁ φιλάνθρωπος Θεὸς ἐμακροθύμει καὶ ἠνείχετο, ἵνα διὰ πάντων τὸν ἑαυτοῦ οἰκέτην λαμπρότερον ἀποφήνῃ. Ταῦτα γὰρ ἅπαντα ἐλθόντι τῷ ἀνδρὶ μετὰ πολλῆς τῆς κακουργίας εἰποῦσα καὶ κατηγορήσασα τοῦ νεανίσκου ἔλεγεν· Εἰσῆλθε πρός με ὁ παῖς ὁ Ἑβραῖος, ὃν εἰσήγαγες πρὸς ἡμᾶς, ἐμπαῖξαί μοι. Ἀθλία καὶ ταλαίπωρε. Οὐκ αὐτὸς εἰσήγαγεν ὥστε ἐμπαῖξαί σοι, ἀλλ' ὁ διάβολός σε εἰσήγαγεν, ὥστε μὴ μόνον μοιχαλίδα γενέσθαι, ἀλλὰ, τὸ ἧκον εἰς σὲ, καὶ φόνον ἐργάσασθαι. Καὶ ἐδείκνυ λοιπὸν εἰς ἀπόδειξιν τῶν παρ' αὐτῆς λεγομένων τὰ ἱμάτια τοῦ νεανίσκου. Ἐννόει μοι ἐνταῦθα τοῦ κοινοῦ πάντων ἀνθρώπων Δεσπότου τὴν φιλανθρωπίαν. Ὥσπερ γὰρ τῶν ἀδελφῶν αὐτὸν ἐξείλετο βουλομένων αὐτὸν ἀνελεῖν, καὶ παρεσκεύασε πρότερον μὲν κατὰ τὴν συμβουλὴν τοῦ Ῥουβὴν εἰς τὸν λάκκον ἐμβληθῆναι, καὶ μετὰ ταῦτα πάλιν κατὰ τὴν συμβουλὴν τοῦ Ἰούδα τοῖς ἐμπόροις διαπραθῆναι, ἵνα τῶν ὀνειράτων ἡ ἔκβασις εἰς ἔργον ἐλθοῦσα πείσῃ τὸν δίκαιον, ὡς οὐ μάτην οὐδὲ εἰκῆ ἐκεῖνα αὐτῷ προεμηνύετο· οὕτω καὶ νῦν ἡ ἄνωθεν χεὶρ ἦν ἡ τὸν βάρβαρον ἐκεῖνον κατέχουσα, καὶ μὴ συγχωρήσασα εὐθέως ἐπὶ τὴν σφαγὴν ὁρμῆσαι τοῦ νεανίσκου. Τί γὰρ ἦν τὸ κωλύον, μαθόντα ὡς εἰς αὐτὴν τὴν εὐνὴν ἀδικῆσαι αὐτὸν ἐπεχείρησε, μὴ τοῦτο ποιῆσαι; Ἀλλ' ὁ εὐμήχανος Θεὸς τοσαύτην παρεσκεύασεν αὐτὸν ἐπιδείξασθαι τὴν πραΰτητα, ἵνα ἐμβληθεὶς τῷ δεσμωτηρίῳ, καὶ πάλιν ἐκεῖ τὴν οἰκείαν ἐπιδειξάμενος ἀρετὴν, οὕτως ἐπὶ τὴν ἀρχὴν τῆς βασιλείας παραγένηται. Ἐθυμώθη γὰρ, φησὶν, ὁ κύριος αὐτοῦ, καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸ ὀχύρωμα, ὅπου οἱ δεσμῶται τοῦ βασιλέως κατέχονται. Εἰ μὲν γὰρ μὴ ἐπίστευσε, οὐκ ἐχρῆν αὐτὸν ἐμβαλεῖν ἐν τῷ δεσμωτηρίῳ· εἰ δὲ ἐπίστευσε πάλιν ἀληθὲς εἶναι τὸ παρὰ τῆς Αἰγυπτίας λεγόμενον, οὐδὲ οὕτω δεσμωτηρίου ἄξιος ἦν, ἀλλὰ ἀποτμηθῆναι καὶ δίκην δοῦναι τὴν ἐσχάτην. Ἀλλ' ὅταν ἡ ἄνωθεν δεξιὰ τὴν ἑαυτῆς πρόνοιαν ἐπιδείκνυται, πάντα εὔκολα καὶ ῥᾴδια γίνεται, καὶ οἱ ἄγριοι ἡμερώτεροι καθίστανται. Τότε δὲ καὶ ἡ ἄνωθεν ῥοπὴ μετὰ δαψιλείας ἡμῖν παραγίνεται, ὅταν πολλὴν καὶ ἡμεῖς τὴν ἀρετὴν ἐπιδειξώμεθα. Ἐπειδὴ γὰρ μεγάλως οὗτος ἠγωνίσατο, διὰ τοῦτο καὶ μεγάλων ἀπολαύει τῶν ἀμοιβῶν. Καὶ μετὰ τὴν τοσαύτην ἀνδρείαν ἀπήγετο εἰς τὸ δεσμωτήριον, καὶ σιγῇ πάντα ὑπέμενεν. Ἴστε γὰρ ὅπως οἱ μηδὲν ἑαυτοῖς συνειδότες πονηρὸν, ἐπειδὰν ὡς ὑπεύθυνοι καταδικάζωνται, πόσῃ κέχρηνται πολλάκις τῇ παῤῥησίᾳ καὶ τῇ ἐλευθεροστομίᾳ, κατεξανιστάμενοι καὶ μεγαλοφρονοῦντες κατὰ τῶν τὴν δίκην αὐτοῖς ἀνευθύνοις οὖσιν ἐπαγόντων. Ἀλλ' οὗτος οὐχ οὕτως, ἀλλὰ καὶ σιγᾷ, καὶ πάντα πράως δέχεται, καὶ ἀνέμενε μετὰ πολλῆς τῆς ὑπομονῆς τὴν τοῦ Θεοῦ ῥοπήν. Ὅρα γὰρ πῶς καὶ ἐν τῷ δεσμωτηρίῳ ὢν πάλιν τὴν ἀρχὴν ἅπασαν αὐτὸς ἐδέχετο παρὰ τοῦ δεσμοφύλακος· εἰκότως· Ἦν γὰρ, φησὶ, Κύριος μετὰ Ἰωσὴφ, καὶ κατέχεεν αὐτοῦ ἔλεος. Τί ἐστι τὸ, Κατέχεεν αὐτοῦ ἔλεος; Πρὸς οἶκτον ἐπέκαμψε τὸν ἀρχιδεσμοφύλακα, καὶ πολλὴν περὶ αὐτὸν τὴν εὔνοιαν ἐπιδείξασθαι παρεσκεύασεν· Ἔδωκε γὰρ αὐτῷ χάριν ἐναντίον αὐτοῦ. Ἀληθῶς οὐδὲν μακαριστότερον τοῦ τῆς ἄνωθεν εὐνοίας ἀπολαύοντος. Ἔδωκε γὰρ, φησὶν, ὁ ἀρχιδεσμοφύλαξ τὸ δεσμωτήριον διὰ χειρὸς τῷ Ἰωσήφ. Ὅρα πῶς ὑπεξίσταται ὁ δεσμοφύλαξ, καὶ παραχωρεῖ, καὶ αὐτῷ τὴν αὐθεντίαν ἐπιτρέπει, καὶ πάντας τοὺς ἐν τῷ δεσμωτηρίῳ ὑπὸ τὴν ἐκείνου ἐξουσίαν εἶναι ἐκέλευσε. Καὶ οὐκ ἦν ὁ ἀρχιδεσμοφύλαξ γινώσκων οὐδέν· πάντα γὰρ ἦν διὰ χειρὸς Ἰωσὴφ, διὰ τὸ τὸν Κύριον μετ' αὐτοῦ εἶναι, καὶ ὅσα αὐτὸς ἐποίει, Κύριος εὐώδου ἐν ταῖς χερσὶν αὐτοῦ. Σκόπει πῶς συμπαρῆν αὐτῷ διηνεκῶς ἡ χάρις ἡ ἄνωθεν, καὶ πάντα ἅπερ ἔπραττε χάριτος ἦν πεπληρωμένα. Τοῦτο τοίνυν καὶ ἡμεῖς σπουδάσωμεν, ἵνα μεθ' ἑαυτῶν ἔχωμεν ἀεὶ τὸν Κύριον, καὶ ἵνα τὰ παρ' ἡμῶν γινόμενα ὑπ' ἐκείνου κατευοδῶται. Ὁ γὰρ ταύτης ἀξιωθεὶς τῆς ῥοπῆς, κἂν μέσοις τοῖς δεινοῖς ὢν τυγχάνῃ, καταγελάσεται πάντων, καὶ οὐδὲν αὐτὰ ἡγήσεται, τοῦ Δεσπότου τῶν ὅλων, τοῦ πάντα ποιοῦντος καὶ μετασκευάζοντος, κατευοδοῦντος αὐτῷ ἅπαντα καὶ τὰ δυσχερῆ ῥᾴδια ἀπεργαζομένου. Πῶς δὲ δυνησόμεθα μεθ' ἑαυτῶν ἔχειν τὸν Κύριον, καὶ ὑπ' αὐτοῦ κατευοδοῦσθαι ἐν ἅπασιν; Ἐὰν νήφοντες ὦμεν καὶ ἐγρηγορότες, καὶ μιμησώμεθα τοῦ νέου τούτου τὴν σωφροσύνην, καὶ τὴν ἄλλην ἀρετὴν, καὶ τὸ φρόνημα τὸ γενναῖον, καὶ ἴδωμεν ὅτι οὕτω χρὴ μετὰ ἀκριβείας ἅπαντα διαπράττεσθαι, ὡς μηδέποτε ὑπὸ τοῦ Δεσπότου καταγνωσθῆναι, ἀλλ' ὅτι οὐχ οἷόν τέ τινα λαθεῖν ἐκεῖνον τὸν ἀκοίμητον ὀφθαλμὸν εἰδέναι, ἀλλ' ἀνάγκη πάντως τὸν ἁμαρτόντα ταῖς τιμωρίαις ὑπεύθυνον γενέσθαι. Καὶ μὴ προτιμότερον ἡγώμεθα τὸν τῶν ἀνθρώπων φόβον τῆς τοῦ Θεοῦ ἀγανακτήσεως, ἀλλὰ μνημονεύωμεν διὰ παντὸς τῶν ῥημάτων τοῦ Ἰωσὴφ λέγοντος· Πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ; Ὅταν τις οὖν λογισμὸς ἡμᾶς διαταράττῃ, τοῦτο ἐν τῇ διανοίᾳ στρέφωμεν τὸ ῥῆμα, καὶ παραχρῆμα φυγαδεύεται πᾶσα ἄτοπος ἐπιθυμία. Εἴτε οὖν σωμάτων ἐπιθυμίᾳ τις ἁλῷ, εἴτε χρημάτων ἔρωτι, εἴτε ἄλλῃ τινὶ ἀτόπῳ ἡδονῇ, εὐθέως τοῦτο λογιζέσθω, ὅτι ἐκεῖνος ἡμῖν ἐστιν ὁ δικάζων, ὃν οὐχ οἷόν τε λαθεῖν οὐδὲ τὰ ἐν τῇ διανοίᾳ βουλευόμενα· καὶ πάντως διαφευξόμεθα καὶ τὰς τοῦ διαβόλου μηχανὰς, καὶ ἀπολαύσομεν πολλῆς τῆς ἄνωθεν συμμαχίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.