Ancient Greek
ΟΜΙΛΙΑ Ζʹ Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-7
Not analysed yet
Ἱκανῶς χθὲς καθηψάμεθα τῶν εἰς τὰς ἱπποδρομίας αὐτομολησάντων, δείξαντες αὐτοῖς τῆς βλάβης τὸ μέγεθος, ἧς ὑπέστησαν, τὸν συλλεγέντα ἀπὸ τῆς νηστείας αὐτοῖς πλοῦτον πνευματικὸν ἀθρόον ἐκχέαντες, καὶ ἀπὸ τῆς πολλῆς περιουσίας ἐξαίφνης εἰς ἐσχάτην πενίαν ἑαυτοὺς καταστήσαντες. Φέρε δὴ σήμερον προσηνεστέρῳ χρησώμεθα τῷ φαρμάκῳ, καὶ καθάπερ μέλη ἡμέτερα, οὕτως αὐτῶν τὰ τῆς ψυχῆς τραύματα ἐπιδήσωμεν· ἐπεὶ καὶ χθὲς αὐστηρότερα τὰ φάρμακα ἐπεθήκαμεν, οὐχ ἵνα ἁπλῶς λυπήσωμεν, καὶ τὴν ἀλγηδόνα ἐπιτείνωμεν, ἀλλ' ἵνα τῇ σφοδρότητι καθικέσθαι δυνηθῶμεν τοῦ ἕλκους. Καὶ γὰρ καὶ ἰατροὶ καὶ πατέρες οὕτω ποιεῖν εἰώθασιν· οἱ μὲν δραστικώτερα πρότερον ἐπιτιθέασι, καὶ ἐπειδὰν ῥήξῃ τὸ ἕλκος, τότε τὰ καταγλυκαίνειν δυνάμενα φάρμακα προσάγουσι· καὶ πατέρες δὲ ὅταν ἴδωσι τοὺς παῖδας τοὺς ἑαυτῶν ἀτακτοῦντας, πρότερον ἐπιπλήξεσι σφοδροτέραις κέχρηνται, μετὰ δὲ ταῦτα νουθεσίαις καὶ παρακλήσεσι. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, εἰ καὶ χθὲς σφοδρότερον ἐχρησάμεθα τῷ λόγῳ, ἀλλὰ σήμερον προσηνεστέραν ποιησόμεθα τὴν διάλεξιν, καὶ καθάπερ μέλη ἡμέτερα θεραπεύσομεν. Ὥσπερ γὰρ ἡ προκοπὴ ἡ ὑμετέρα ἡμῖν πλείονα τὴν παῤῥησίαν προξενεῖ, καὶ τοῦτο ἡμῶν ἐστιν ὁ πλοῦτος ὁ πνευματικὸς, τὸ ὁρᾷν ὑμᾶς ἐν τοῖς πνευματικοῖς ἐπιδιδόντας, καὶ ἐν ἀρετῇ διαλάμποντας, καὶ τῶν βλάπτειν δυναμένων ἀπεχομένους· οὕτως ἐπειδὰν ἴδωμεν ὑμᾶς ὑποσκελιζομένους, καὶ ὑπαγομένους ταῖς ἀπάταις ταῖς διαβολικαῖς, κατηφείας πληρούμεθα, καὶ αἰσχύνη τις, ὡς εἰπεῖν, κατασκεδάζεται τῆς ἡμετέρας ψυχῆς. Κατὰ γὰρ τὸν μακάριον Παῦλον, Τότε ἡμεῖς ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Ὡς οὖν τέλειοι καὶ πεπληρωμένοι συνέσεως, οὕτω τῶν μὲν ὄπισθεν ἐπιλανθάνεσθε, τοῖς δὲ ἔμπροσθεν ἐπεκτείνεσθε, καὶ τὰς συνθήκας, ἃς πρὸς τὸν Χριστὸν ἔθεσθε, ἀνακαλεσάμενοι, βεβαίας ταύτας εἰς τὸ ἑξῆς διαφυλάττετε, καὶ λογισμῷ σώφρονι πᾶσαν εἴσοδον ταῖς τοῦ διαβόλου μηχαναῖς ἀποκλείσαντες, τῇ μετὰ ταῦτα σπουδῇ τὴν ἀπὸ τῆς ῥᾳθυμίας προστριβεῖσαν ὑμῖν κηλῖδα ἀπονίψασθε, περιγενόμενοι τῆς ἀκαίρου συνηθείας καὶ ἐπιβλαβοῦς, καὶ λογισάμενοι, ὡς οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι ἑαυτοῖς πολλὴν τὴν βλάβην προστρίβονται οἱ αὐτόθι παραγενόμενοι, ἀλλ' ὅτι καὶ πολλοῖς ἑτέροις σκανδάλου ὑπόθεσις γίνονται. Ὅταν γὰρ ἴδωσιν Ἕλληνες καὶ Ἰουδαῖοι τὸν ἐφ' ἑκάστης ἡμέρας εἰς τὴν ἐκκλησίαν διημερεύοντα, καὶ συνεχοῦς ἀπολαύοντα διδασκαλίας, ἀθρόον ἐκεῖ φαινόμενον, καὶ μετ' αὐτῶν συμφυρόμενον, πῶς οὐ νομίσουσιν ἀπάτην εἶναι τὰ ἡμέτερα, καὶ περὶ πάντων τῶν παρ' ἡμῖν τὴν αὐτὴν ὑπόληψιν ἕξουσιν; Ἢ οὐκ ἀκούεις τοῦ μακαρίου Παύλου παραινοῦντος, λαμπρᾷ τῇ φωνῇ, καὶ συμβουλεύοντος, Ἀπρόκοποι γίνεσθε; Εἶτα ἵνα μὴ νομίσῃς περὶ τῶν οἰκείων μόνον τὴν παραγγελίαν παρ' αὐτοῦ γίνεσθαι, καὶ τῶν μεθ' ἡμῶν τεταγμένων, προσέθηκεν, Καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τότε ἐπήγαγε, Καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Οὐδὲν γὰρ οὕτω λυμαίνεται καὶ βλάπτει τὴν θρησκείαν τὴν ἡμετέραν, ὡς καὶ τοῖς ἀπίστοις λαβήν τινα παρέχειν. Ὅταν οὖν ἴδωσί τινας ἐν ἀρετῇ διαλάμποντας παρ' ἡμῖν, καὶ πολλὴν τῶν βιωτικῶν ὑπεροψίαν ποιουμένους, οἱ μὲν αὐτῶν καὶ ἀποπνίγονται, οἱ δὲ πολλάκις καὶ εἰς θαῦμα ἔρχονται ἐκπληττόμενοι, ὅτι τῆς αὐτῆς αὐτοῖς φύσεως ὄντες οὐ τὰ αὐτὰ αὐτοῖς μετίασιν. Ἀμέλει ἐπειδὰν θεάσωνταί τινα μικρὰν ῥᾳθυμίαν προσγενομένην, εὐθέως τὴν γλῶτταν ἀκονοῦσι κατὰ πάντων ὁμοῦ, καὶ ἀπὸ τῆς τοῦ ἑνὸς ῥᾳθυμίας κατὰ παντὸς τοῦ τῶν Χριστιανῶν ἔθνους τὰ αὐτὰ ψηφίζονται. Καὶ οὐδὲ μέχρι τούτου ἵστανται, ἀλλ' εὐθέως κατὰ τῆς ἑαυτῶν κεφαλῆς φθεγγόμενοι, διὰ τὴν τῶν δούλων ῥᾳθυμίαν, καὶ τὸν κοινὸν Δεσπότην βλασφημεῖν τολμῶσι, καὶ νομίζουσι τῆς οἰκείας πλάνης παραπέτασμα αὐτοῖς γίνεσθαι τὴν ἑτέρων ῥᾳθυμίαν.