Ancient Greek · ~13 min
ΟΜΙΛΙΑ Ζʹ Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-7
Not analysed yet
Ὅτι δὲ μέγιστον φέρει τοῦτο κίνδυνον τοῖς ἀφορμὴν αὐτοῖς τῆς βλασφημίας παρέχουσιν, ἀκούσωμεν τοῦ προφήτου βοῶντος, καὶ λέγοντος ἐκ προσώπου τοῦ Θεοῦ, Οὐαὶ ὑμῖν, ὅτι δι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Φοβερὸν τὸ ῥῆμα καὶ φρίκης γέμον. Τὸ γὰρ Οὐαὶ τοῦτο ὡσανεὶ θρηνοῦντός ἐστι τοὺς μέλλοντας ὑπὸ τὴν ἀπαραίτητον ἐκείνην κόλασιν γίνεσθαι. Ὥσπερ οὖν τοῖς διὰ τῆς οἰκείας ἀμελείας αἰτίαν ἐκείνοις παρέχουσι τῆς βλασφημίας τοσαύτη κεῖται τιμωρία, οὕτω πάλιν τοῖς τῆς ἀρετῆς ἐπιμελουμένοις μυρίων στεφάνων ὑπόθεσις γίνεται. Τὸ αὐτὸ τοῦτο διδάσκων ὁ Χριστὸς ἔλεγε· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὃν γὰρ τρόπον ἐκεῖνοι διὰ τήν τινων ῥᾳθυμίαν σκανδαλιζόμενοι τὴν γλῶτταν ἀκονοῦσι κατὰ τοῦ Δεσπότου τοῦ ἡμετέρου· οὕτω, φησὶν, ἐπειδὰν τὴν ἀρετὴν μετίητε, ὁρῶντες ὑμᾶς οἱ ἄνθρωποι, οὐ μέχρι τῆς ὑμετέρας εὐφημίας ἵστανται, ἀλλ' ὅταν ἴδωσιν ὑμῶν τὰ ἔργα λάμποντα καὶ καταυγάζοντα ὑμῶν τὰς ὄψεις, εἰς δοξολογίαν κινοῦνται τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς· τούτου δὲ ὑπ' ἐκείνων γινομένου, πάλιν ἡμῖν τὰ τῆς ἀμοιβῆς πολυπλασιάζεται, καὶ ὑπὲρ τῆς ἐκείνων εὐφημίας τὰ μυρία ἡμῖν ἀγαθὰ χαρίζεται ὁ Δεσπότης· Τοὺς δοξάζοντάς με γὰρ, φησὶ, δοξάσω. Πάντα τοίνυν ποιῶμεν, ἀγαπητοὶ, ὥστε δοξάζεσθαι τὸν ἡμέτερον Δεσπότην, καὶ μηδενὶ σκανδάλου αἰτίαν παρέχωμεν. Τοῦτο γὰρ διηνεκῶς ἡμᾶς διδάσκει ὁ τῆς οἰκουμένης διδάσκαλος ὁ μακάριος Παῦλος, ποτὲ μὲν λέγων· Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα· καὶ πάλιν ἐν ἑτέρῳ φησίν· Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Σφοδρὰ ἡ ἀπειλὴ καὶ μεγάλην ἔχουσα τὴν κατάκρισιν. Μὴ γὰρ νομίσῃς, φησὶν, εἰς ἐκεῖνον μόνον περιστήσεσθαι τὴν βλάβην· εἰς αὐτὸν διαβαίνει τὸν Χριστὸν τὸν δι' ἐκεῖνον σταυρωθέντα. Εἰ τοίνυν ὁ Δεσπότης σου σταυρωθῆναι δι' αὐτὸν οὐ παρῃτήσατο, σὺ οὐκ ἀνέχῃ πάντα ποιῆσαι, ὥστε μηδεμίαν αὐτῷ σκανδάλου· ἀφορμὴν παρέχειν; Καὶ πανταχοῦ εὑρήσεις αὐτὸν ταῦτα συμβουλεύοντα τοῖς μαθητευομένοις· τοῦτο γάρ ἐστιν, ὃ συνέχει τὴν ζωὴν τὴν ἡμετέραν. Διὰ τοῦτο καὶ ἀλλαχοῦ γράφων ἔλεγε· Μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος· καὶ πάλιν ἑτέρωθι· Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα οἰκοδομεῖ. Εἶδες σύνεσιν ἀποστολικήν; Εἰ καὶ ἔξεστί μοι, φησὶ, τὶ διαπράξασθαι, καὶ μηδέν μοι τοῦτο λυμαίνεται, ἀλλὰ διὰ τὸ μὴ ἕπεσθαι τὴν τοῦ πλησίον οἰκοδομὴν, οὐκ ἂν ἀνασχοίμην αὐτὸ πρᾶξαι. Εἶδες ψυχὴν φιλόστοργον, καὶ πῶς οὐδαμοῦ τὸ ἑαυτοῦ σκοπεῖ, ἀλλὰ διὰ πάντων δείκνυσι μεγίστην ἀρετὴν ταύτην οὖσαν, τὸ τῆς τῶν πλησίον οἰκοδομῆς πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν; Ταῦτα δὴ πάντα γινώσκοντες φυλαττώμεθα, παρακαλῶ, καὶ ἀπεχώμεθα τῶν λυμαίνεσθαι τὸν πλοῦτον τῆς ἡμετέρας ἀρετῆς δυναμένων, καὶ μηδέποτέ τι πράττωμεν, ὃ τῷ πλησίον παρέχει τινὰ βλάβην. Τοῦτο γὰρ καὶ τὸ ἁμάρτημα ἐπιτείνει, καὶ τὴν κόλασιν ἡμῖν σφοδροτέραν προξενεῖ. Καὶ μηδὲ τοῦ τυχόντος καταφρονῶμεν, μηδὲ λέγωμεν τὰ ψυχρὰ ἐκεῖνα ῥήματα, τί δέ μοι μέλει, ἐὰν ὁ δεῖνα σκανδαλίζηται; Τί λέγεις, εἰπέ μοι; Τί σοι μέλει; Προσέταξεν ὁ Χριστὸς οὕτω σου λάμπειν τὸν βίον, ὡς μὴ μόνον σε θαυμάζεσθαι ὑπὸ τῶν ὁρώντων, ἀλλὰ καὶ τὸν Δεσπότην τὸν σὸν δοξολογεῖσθαι, καὶ σὺ τὸ ἐναντίον ἐργαζόμενος, καὶ παρασκευάζων ἀντὶ δοξολογίας βλασφημίας εἰς αὐτὸν γίνεσθαι, οὐδένα λόγον ποιῇ; Καὶ ποῦ τοῦτο ψυχῆς εὐλαβοῦς, καὶ τοὺς Θεοῦ νόμους ἀκριβῶς ἐπισταμένης;