Ancient Greek
ΟΜΙΛΙΑ ϛʹ Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ ἀναμέσον τῆς νυκτὸς, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-3
Not analysed yet
Ταῦτα τοίνυν ἅπαντα κατέχοντες ἐγκεκολαμμένα ἡμῶν τῷ πλάτει τῆς καρδίας, πᾶσαν ῥᾳθυμίαν ἀποτιναξάμενοι, τά τε δόγματα κατέχωμεν τὰ ὑγιῆ μετὰ ἀκριβείας, καὶ τοὺς τῇ Ἑλληνικῇ πλάνῃ προκατειλημμένους μετὰ πάσης ἐπιεικείας διδάσκωμεν μὴ συγχέειν τὴν τάξιν, μηδὲ καταλιπόντας τὸν δημιουργὸν τὰ δημιουργήματα προσκυνεῖν, τὰ διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ χρείαν γεγενημένα. Κἂν γὰρ μυριάκις ἀποπνίγωνται Ἕλληνες, λαμπρᾷ τῇ φωνῇ βοῶ, ὅτι διὰ τὴν τῶν ἀνθρώπων φύσιν ταῦτα ἅπαντα ἐδημιουργήθη, ἐπεὶ ἀνενδεὴς ὢν ὁ δημιουργὸς οὐδενὸς τούτων ἐδεῖτο· ἀλλ' ἵνα τὴν περὶ ἡμᾶς φιλανθρωπίαν ἐπιδείξηται, ταῦτα ἅπαντα παρήγαγε, δεικνὺς ὅσου τιμᾶται τὸ τῶν ἀνθρώπων γένος, καὶ ἵνα ἐκ τούτων ὁδηγούμενοι τὴν προσήκουσαν αὐτῷ προσκύνησιν ἀναφέρωμεν. Πόσης γὰρ οὐκ ἂν εἴη παρανοίας προσπταίειν τῷ κάλλει τῶν γινομένων, καὶ τούτοις παρακαθῆσθαι, καὶ μὴ ἀνατείνειν τὸ ὄμμα τῆς διανοίας πρὸς τὸν παραγαγόντα, καὶ πείθεσθαι τῷ μακαρίῳ Παύλῳ λέγοντι· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται; Τί λέγεις, ἄνθρωπε; Ἰδὼν τὸν οὐρανὸν θαυμάζεις αὐτοῦ τὸ κάλλος, τῶν ἀστέρων τὴν ποικιλίαν, τῆς φαιδρότητος τὴν ὑπερβολήν; Μὴ στῇς μέχρι τούτου, ἀλλ' ἔκτεινόν σου τὴν διάνοιαν εἰς τὸν τούτων δημιουργόν· ἐκπλήττει σε πάλιν τοῦ ἡλίου τὸ φῶς, καὶ ὁρῶν αὐτοῦ πολλὴν οὖσαν τὴν χρείαν εἰς θαῦμα διεγείρῃ, καὶ ἐπειδὰν ἴδῃς τὰς ἀκτῖνας αὐτοῦ καταυγαζούσας σου τὰς ὄψεις, θαυμάζεις τοῦ στοιχείου τὸ κάλλος; Ἀλλὰ μηδὲ ἐνταῦθα μέχρι τούτου στῇς· ἀλλ' ἐννόησον, ὅτι εἰ τὸ δημιούργημα οὕτω θαυμαστὸν καὶ παράδοξον, καὶ πάντα ἀνθρώπινον νοῦν ὑπερβαῖνον, ποταπὸς ἂν εἴη ὁ τοῦτο λόγῳ μόνῳ καὶ ἐπιτάγματι παραγαγών; Τὸ αὐτὸ καὶ ἐπὶ τῆς γῆς λογίζου· ἐπειδὰν ἴδῃς αὐτὴν τοῖς ἄνθεσι καλλωπιζομένην, καθάπερ ἱμάτιον ποικίλον, ἐφηπλωμένην αὐτῇ πανταχόθεν τὴν βλάστην τὴν ἀπὸ τῶν βοτανῶν, μὴ τῇ δυνάμει τῆς γῆς λογίσῃ τὰ ἐξ αὐτῆς τικτόμενα, μηδὲ τῇ τοῦ ἡλίου συνεργείᾳ, ἢ τῆς σελήνης· ἀλλ' ἐννόησον εὐγνωμόνως, ὅτι καὶ πρὸ τῆς τούτων δημιουργίας εἶπε μόνον, Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, καὶ παραχρῆμα ἅπαν τῆς γῆς τὸ πρόσωπον ἐφαιδρύνετο. Ἐὰν ταῦτα καθ' ἑκάστην ἡμέραν στρέφωμεν ἐν τοῖς ἡμετέροις λογισμοῖς, αὐτοί τε εὐγνώμονες ἐσόμεθα, καὶ τῷ Δεσπότῃ τὴν προσήκουσαν, μᾶλλον δὲ τὴν κατὰ δύναμιν τὴν ἡμετέραν δοξολογίαν ἀναπέμψομεν. Δοξάσομεν δὲ αὐτὸν οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τῆς ἀρίστης πολιτείας, ἐὰν μὴ πάλιν τοῖς αὐτοῖς περιπέσωμεν, ἀλλὰ ἐὰν πολλὰ χαίρειν εἰπόντες ταῖς διαβολικαῖς ἀπάταις, τῇ μετὰ ταῦτα προσοχῇ καὶ τῇ πολλῇ σπουδῇ, καὶ τῇ συντόνῳ ἐξομολογήσει τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώμεθα. Ἀρκεῖ γὰρ αὐτῷ διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν τὸ ἀποστῆναι μόνον ἡμᾶς τῆς κακίας. Ἂν γὰρ τοῦτο ἑλώμεθα, εὐκόλως καὶ πρὸς τὴν τῶν ἀγαθῶν ἔργων πρᾶξιν ὁρμήσομεν. Μή μοι λοιπὸν ἐν ἱπποδρομίαις τις φαινέσθω, παρακαλῶ, ἀλλὰ μηδὲ ἐν τοῖς συλλόγοις τοῖς ἀκαίροις καταδαπανάτω τὸν καιρὸν τῆς ἡμέρας· μή μοι κύβοις, καὶ τῇ ἐντεῦθεν τικτομένῃ κραυγῇ, καὶ τῇ λοιπῇ λύμῃ ἑαυτόν τις ἐκδιδότω. Τί γὰρ ὄφελος, εἰπέ μοι, τῆς νηστείας, ὅταν ἄσιτος μὲν διημερεύῃς, κύβοις δὲ ἑαυτὸν ἐκδιδῷς, καὶ φλυαρίαις ἀνονήτοις, πολλάκις δὲ καὶ ἐπιορκίαις καὶ βλασφημίαις πᾶσαν ἀναλώσῃς τὴν ἡμέραν; Μὴ, παρακαλῶ, μὴ οὕτω ῥᾳθύμως περὶ τὴν ἑαυτῶν σωτηρίαν διατεθῶμεν, ἀλλὰ μᾶλλον περὶ τῶν πνευματικῶν ἡμῖν ἔστω διηνεκῶς ἡ διάλεξις, καὶ βιβλίον τις θεῖον λαβὼν μετὰ χεῖρας, καὶ συγκαλέσας τοὺς πλησίον, διὰ τῶν θείων λόγων ἀρδέτω καὶ τὴν ἑαυτοῦ διάνοιαν καὶ τῶν συγγινομένων, ἵν' οὕτω καὶ τὰς μηχανὰς τοῦ πονηροῦ διαφυγεῖν δυνηθῶμεν, καὶ μεγάλα ἀπὸ τῆς νηστείας καρπώσασθαι ἀγαθὰ, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀπολαύσωμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.