Ancient Greek · ~10 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΕΙΣΟΔΟΝ ΤΗΣ ΑΓΙΑΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ. ΟΜΙΛΙΑ Αʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3
Not analysed yet
Εἶδες τῆς ἀδηφαγίας τὴν βλάβην; Ὅρα μοι πάλιν τῆς νηστείας τὰ κατορθώματα. Τεσσαράκοντα ἡμερῶν νηστείαν ἐπιδειξάμενος ὁ μέγας Μωσῆς, τῆς νομοθεσίας τὰς πλάκας λαβεῖν ἠδυνήθη· καὶ ἐπειδὴ κατελθὼν εἶδε τοῦ λαοῦ τὴν παρανομίαν, ἃς μετὰ τοσαύτης προσεδρίας λαβεῖν ἴσχυσε, ταύτας ῥίψας συνέκλασεν, ἄτοπον εἶναι λογισάμενος, μεθύοντα λαὸν καὶ παρανομοῦντα νομοθεσίαν Δεσπότου δέξασθαι. Διὸ καὶ ἑτέρων πάλιν τεσσαράκοντα ἡμερῶν νηστείας ἐδεήθη ὁ θαυμάσιος ἐκεῖνος προφήτης, ἵνα δυνηθῇ τὰς διὰ τὴν παρανομίαν αὐτῶν συντριβείσας πλάκας πάλιν ἄνωθεν δεξάμενος κατενεγκεῖν. Καὶ ὁ μέγας δὲ Ἠλίας τοσούτων ἡμερῶν νηστείαν ἐπεδείξατο, καὶ τὴν τοῦ θανάτου τυραννίδα διαφυγὼν, καὶ μετὰ πυρίνου ἅρματος ὡς εἰς τὸν οὐρανὸν ἀνελθὼν, καὶ οὐδέπω καὶ τήμερον θανάτου πεῖραν λαβών. Καὶ ὁ ἀνὴρ δὲ τῶν ἐπιθυμιῶν, πολλῶν ἡμερῶν νηστείαν ἐπιδειξάμενος, οὕτως ἠξιώθη τῆς θαυμαστῆς ἐκείνης ὀπτασίας, ὃς καὶ τῶν λεόντων τὸν θυμὸν ἐχαλίνωσε, καὶ εἰς προβάτων ἡμερότητα μετέστησεν, οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τῆς θηριωδίας μενούσης τὴν προαίρεσιν ἀμείψας. Ταύτῃ καὶ Νινευῖται χρησάμενοι τὴν ἀπόφασιν ἀνεκαλέσαντο τοῦ Δεσπότου, μετὰ τῶν ἀνθρώπων καὶ τὸ τῶν ἀλόγων γένος ταύτην ἐπιδείξασθαι παρασκευάσαντες, καὶ οὕτως ἀποστάντες ἕκαστος ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων, εἰς φιλανθρωπίαν ἐξεκαλέσαντο τὸν τῶν ἁπάντων Δεσπότην. Καὶ τί περὶ τοὺς δούλους ἔτι στρέφομαι (καὶ γὰρ ἔχομεν καὶ ἑτέρους πολλοὺς ἀριθμῆσαι, καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ διὰ ταύτης εὐδοκιμήσαντας), δέον ἐπὶ τὸν κοινὸν ἁπάντων ἡμῶν Δεσπότην ἐλθεῖν; Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ αὐτὸς τεσσαράκοντα ἡμερῶν νηστείαν ἐπιδειξάμενος, οὕτω τῆς πρὸς τὸν διάβολον ἥψατο πάλης, πᾶσιν ἡμῖν ὑπογραμμὸν διδοὺς, ὥστε διὰ ταύτης καθοπλίζεσθαι, καὶ τὴν ἐντεῦθεν ἰσχὺν προσλαβόντας οὕτω παρατάττεσθαι εἰς τὴν πρὸς ἐκεῖνον μάχην. Ἀλλ' ἐνταῦθα ἴσως ἔροιτό τις ἂν τῶν ὀξὺ βλεπόντων καὶ διεγηγερμένων τὴν διάνοιαν· τίνος ἕνεκεν τὰς αὐτὰς τοῖς δούλοις ἡμέρας ὁ Δεσπότης νηστεύων φαίνεται, καὶ οὐχ ὑπερηκόντισε τὸν ἀριθμόν; Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο γεγένηται, ἀλλὰ καὶ τοῦτο σοφῶς καὶ κατὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν. Ἵνα γὰρ μὴ νομισθῇ δοκήσει παραγεγενῆσθαι, καὶ μὴ ἀνειληφέναι σάρκα, ἣ ἔξω τῆς φύσεως εἶναι τῆς ἀνθρωπίνης, διὰ τοῦτο τὸν αὐτὸν ἀριθμὸν νηστεύει, καὶ οὐ προστίθησι ταῖς ἡμέραις, ὥστε ἐπιστομίσαι τῶν ἀναισχυντεῖν βουλομένων τὴν φιλονεικίαν. Εἰ γὰρ καὶ τούτου γεγενημένου εἰσὶν ἔτι καὶ νῦν τινες ταῦτα τολμῶντες φθέγγεσθαι, εἰ μὴ τῇ οἰκείᾳ προγνώσει ταύτην αὐτῶν ἐξέκοψε τὴν ἀφορμὴν, τί οὐκ ἂν ἐπεχείρησαν εἰπεῖν; Διὰ τοῦτο οὐκ ἀνέχεται πλείους ἡμέρας νηστεῦσαι, ἀλλὰ τοσαύτας ὅσας οἱ δοῦλοι· ἵνα δι' αὐτῶν τῶν πραγμάτων ἡμᾶς παιδεύσῃ, ὅτι τὴν αὐτὴν σάρκα καὶ αὐτὸς περιέκειτο καὶ οὐκ ἔξω τῆς φύσεως τῆς ἡμετέρας ὑπῆρχεν.