Ancient Greek · ~17 min
ΟΜΙΛΙΑ ΙΖʹ Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-15
Not analysed yet
Ἀκούσωμεν τοίνυν, εἰ δοκεῖ, τίνα μὲν ὁ δικαστὴς ἐπερωτᾷ, τίνα δὲ οἱ κατάδικοι ἀποκρίνονται, καὶ ποίας τιμωρίας δέχονται, καὶ ποίᾳ καταδίκῃ ὑπεύθυνος γίνεται ὁ τὴν τοσαύτην ἐπιβουλὴν εἰς αὐτοὺς ἐργασάμενος. Ἀλλὰ συντείνατέ μοι, παρακαλῶ, τὴν διάνοιαν, καὶ διὰ πολλοῦ τοῦ φόβου τοῖς λεγομένοις προσέχετε. Εἰ γὰρ δικαστὴν ὁρῶντες ἐπίγειον ἐφ' ὑψηλοῦ βήματος καθήμενον, καὶ τοὺς καταδίκους εἰς μέσον ἄγοντα, καὶ καταξαίνοντα, καὶ τιμωρούμενον, μετὰ πολλοῦ τοῦ δέους παρεστήκαμεν ἀκοῦσαι βουλόμενοι, τί μὲν ὁ δικαστὴς λέγει, τί δὲ ὁ ὑπεύθυνος ἀποκρίνεται· πολλῷ μᾶλλον νῦν τοῦτο ποιεῖν ἡμᾶς δίκαιον, ὁρῶντας τὸν Δημιουργὸν τῆς φύσεως δίκην εἰσπραττόμενον τῶν ὑπ' αὐτοῦ δημιουργηθέντων. Ἀλλ' ἐὰν προσέχητε μετὰ ἀκριβείας, ὄψεσθε πόσον τὸ μέσον τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῆς τῶν ἀνθρώπων περὶ τοὺς ὁμογενεῖς αὐστηρότητος. Καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ, καὶ εἶπεν αὐτῷ, Ἀδὰμ, ποῦ εἶ; Ἐξ αὐτῆς τῆς ἐρωτήσεως ἄξιον ἐκπλαγῆναι τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, οὐχ ὅτι ἐκάλεσε μόνον, ἀλλ' ὅτι καὶ δι' ἑαυτοῦ ἐκάλεσεν· ὅπερ ἄνθρωποι οὐκ ἄν ποτε ἀνάσχοιντο ἐπὶ τῶν ὁμογενῶν, καὶ τῆς αὐτῆς αὐτοῖς φύσεως κοινωνούντων. Ἴστε γὰρ ὅτι, ἐπειδὰν ἐφ' ὑψηλοῦ τοῦ βήματος καθήμενοι δίκην εἰσπράττονται τοὺς τὰ φαῦλα ἐργασαμένους, οὐκ ἀξιοῦσιν αὐτοὺς τῆς οἰκείας ἀποκρίσεως, καὶ διὰ τοῦτο δεικνύντες αὐτοῖς, ὅσῃ ἀτιμίᾳ ἑαυτοὺς περιέβαλον διὰ τῆς τῶν πονηρῶν πράξεων ἐργασίας· ἀλλ' ὁ μὲν δικαστὴς ἀποκρίνεται, ἕτερος δέ τις ἑστὼς διαβιβάζει τὰ παρὰ τοῦ δικαστοῦ τῷ ὑπευθύνῳ, καὶ τὰ παρ' ἐκείνου πάλιν διαπορθμεύει τῷ δικαστῇ· καὶ τοιοῦτον ἂν ἴδοι τις τῶν δικαζόντων πανταχοῦ τὸ ἔθος. Ἀλλ' ὁ Θεὸς οὐχ οὕτως, ἀλλὰ τί; Αὐτὸς δι' ἑαυτοῦ καλεῖ· Καὶ ἐκάλεσε, φησὶ, Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ καὶ εἶπεν αὐτῷ, Ἀδὰμ, ποῦ εἶ; Ὅρα πόση δύναμις ἐναπόκειται ἐν τῇ βραχείᾳ ταύτῃ λέξει. Καὶ αὐτὸ μὲν γὰρ τὸ καλέσαι πολλῆς καὶ ἀφάτου φιλανθρωπίας, καὶ τὸ τῷ καταισχυνομένῳ, καὶ μηδὲ ἆραι τὸ στόμα τολμῶντι, μηδὲ διανοῖξαι γλῶτταν, καὶ ἀφορμὴν δοῦναι, διὰ τῆς ἐρωτήσεως, πολλῆς ἀγαθότητος· τὸ δὲ καὶ λέγειν, Ποῦ εἶ; πολλὴν ἔχει τὴν ἰσχὺν μετὰ τῆς φιλανθρωπίας. Μονονουχὶ γὰρ αἰνίττεται αὐτῷ διὰ τούτου λέγων πρὸς αὐτόν· Τί γέγονεν; Ἑτέρωθί σε κατέλιπον, καὶ ἑτέρωθι νῦν εὑρίσκω· ἑτέρᾳ δόξῃ ἠμφιεσμένον καταλιπὼν, νῦν εὗρον ἐν γυμνότητι. Ποῦ εἶ; Πόθεν σοι συνέβη τοῦτο; Τίς σε εἰς τοσαύτην ἤγαγε μεταβολήν; Ποῖος λῃστὴς καὶ τοιχωρύχος οὕτως ἀθρόον ἅπασαν τοῦ πλούτου τὴν περιουσίαν ἀφελόμενος, ἐν τοσαύτῃ σε πενίᾳ κατέστησε; Πόθεν σοι τῆς γυμνώσεως ἡ αἴσθησις γέγονε; Τίς σοι αἴτιος τῆς ἀφαιρέσεως τοῦ θαυμαστοῦ ἐκείνου ἐνδύματος, ὃ περιβεβλημένος ἐτύγχανες; Τίς ἡ ἀθρόα αὕτη μεταβολή; Ποία καταιγὶς οὕτω σφοδρὰ ταχέως ἅπαντά σου τὸν φόρτον κατέδυσε; Τί γέγονεν, ὅτι τὸν τοσαῦτα εὐεργετήσαντα, καὶ εἰς τοσαύτην ἀναγαγόντα τιμὴν κρύπτεσθαι ἐπιχειρεῖς; Τίνα δεδοικὼς νῦν λανθάνειν σπουδάζεις; Μὴ γὰρ κατήγορος παρέστηκε; μὴ γὰρ μάρτυρες ἐφεστήκασι; Πόθεν σοι ἡ τοσαύτη δειλία καὶ ὁ φόβος κατεσκεδάσθη; Τῆς φωνῆς σου ἤκουσα, φησὶ, περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Πόθεν σοι ἡ γνῶσις τῆς γυμνώσεως γέγονεν; εἰπέ μοι· τί τὸ καινὸν καὶ παράδοξον; Τίς ἂν τοῦτο ἠδυνήθη ποτὲ ἀναγγεῖλαί σοι, εἰ μὴ σὺ σαυτῷ ταύτης αἴτιος ἐγένου τῆς αἰσχύνης; εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; Ὅρα φιλανθρωπίαν Δεσπότου καὶ ἀνεξικακίας ὑπερβολήν. Δυνάμενος γὰρ εὐθέως μηδὲ ἀποκρίσεως ἀξιῶσαι τὸν τοσαῦτα ἡμαρτηκότα, ἀλλ' ὑπὸ τὸ ἐπιτίμιον ἀγαγεῖν, ὃ προλαβὼν ὥρισεν, εἰ παραβαίη, μακροθυμεῖ, καὶ ἀνέχεται, καὶ ἐρωτᾷ, καὶ ἀπόκρισιν δέχεται, καὶ πάλιν ἐρωτᾷ μονονουχὶ εἰς ἀπολογίαν αὐτὸν ἐκκαλούμενος, ἵνα ἀφορμὴν λαβὼν, τὴν οἰκείαν φιλανθρωπίαν καὶ μετὰ τὴν τοσαύτην παράβασιν περὶ αὐτὸν ἐπιδείξηται· παιδεύων ἡμᾶς καὶ διὰ τούτου, ἐπειδὰν δικάζωμεν τοῖς ὑπευθύνοις, μὴ ἀνημέρως αὐτοῖς προσφέρεσθαι, μηδὲ τὴν τῶν θηρίων ὠμότητα περὶ αὐτοὺς ἐπιδείκνυσθαι, ἀλλὰ πολλῇ τῇ μακροθυμίᾳ καὶ τῇ φειδοῖ κεχρῆσθαι, ἅτε δὴ ὡς οἰκείοις μέλεσι δικάζοντας, καὶ τὸ ὁμογενὲς ἐννοοῦντας φιλανθρωπίᾳ τὴν τιμωρίαν κεραννύναι. Οὐδὲ γὰρ ἁπλῶς τοσαύτῃ συγκαταβάσει ἡ θεία Γραφὴ κέχρηται, ἀλλὰ διὰ τῆς παχύτητος τῶν λέξεων διδάσκουσα ἡμᾶς τήν τε τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ εἰς ζῆλον ἄγουσα, ὥστε κατὰ δύναμιν ἀνθρωπίνην μιμεῖσθαι τοῦ Δεσπότου τὴν ἀγαθότητα· Καὶ εἶπεν αὐτῷ, Τίς ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; Πόθεν ἂν, φησὶν, ἠδυνήθης τοῦτο γνῶναι, καὶ τοσαύτῃ αἰσχύνῃ περιβληθῆναι, εἰ μὴ πολλῇ τῇ ἀκρασίᾳ ἐχρήσω, καὶ κατεφρόνησάς μου τῆς ἐντολῆς;