Ancient Greek · ~14 min
ΟΜΙΛΙΑ Βʹ Εἰς τὴν ἀρχὴν τῆς κτίσεως· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1
Not analysed yet
Καὶ μὴ ξενισθῇς, ἀγαπητὲ, εἰ Μωσῆς ταύτην ἔρχεται τὴν ὁδὸν, ἐν ἀρχῇ καὶ ἐν προοιμίοις τοῖς παχυτέροις Ἰουδαίοις διαλεγόμενος, ὅπου γε καὶ ὁ Παῦλος ἐν τῇ χάριτι, ἡνίκα τοσαύτη ἡ ἐπίδοσις γέγονε τοῦ κηρύγματος, μέλλων τοῖς ἐν Ἀθήναις διαλέγεσθαι, ἀπὸ τῶν ὁρωμένων ποιεῖται πρὸς αὐτοὺς τὴν διδασκαλίαν οὕτω λέγων· Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται. Ἐπειδὴ γὰρ ᾔδει ταύτην αὐτοῖς κατάλληλον οὖσαν τὴν διδασκαλίαν, ταύτην ἦλθε τὴν ὁδόν. Πρὸς γὰρ τοὺς δεχομένους τὰ παρ' αὐτοῦ διδάγματα, οὕτως ὑπὸ τοῦ Πνεύματος ὁδηγούμενος καὶ τὴν διδασκαλίαν ἐποιεῖτο. Καὶ ἵνα μάθῃς, ὅτι ἡ τῶν προσώπων διαφορὰ καὶ ἡ τῶν ἀκουόντων παχύτης τούτου αἰτία γίνεται, ἄκουε αὐτοῦ, ἡνίκα πρὸς Κολοσσαεῖς ἐπέστελλε, μηκέτι ταύτην ἐρχομένου τὴν ὁδὸν, ἀλλ' ἑτέρως αὐτοῖς διαλεγομένου καὶ λέγοντος· Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἐκτίσθη. Καὶ Ἰωάννης δὲ ὁ τῆς βροντῆς υἱὸς ἐβόα λέγων· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ἀλλ' οὐχ ὁ Μωσῆς οὕτως· εἰκότως· οὐδὲ γὰρ ἦν εὔλογον τοῖς ἔτι γαλακτοτροφεῖσθαι δεομένοις στερεᾶς μεταδοῦναι τροφῆς. Καθάπερ γὰρ οἱ διδάσκαλοι οἱ παρὰ τῶν γονέων τὰ παιδία δεχόμενοι τὰ πρῶτα στοιχεῖα αὐτοῖς παραδιδόασιν, οἱ δὲ παρ' ἐκείνων τὰ παιδία λαμβάνοντες, τὰ τελειότερα τῶν μαθημάτων αὐτοῖς ἐνηχοῦσι· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ μακάριος Μωσῆς, καὶ ὁ τῶν ἐθνῶν διδάσκαλος, καὶ ὁ τῆς βροντῆς υἱὸς πεποιήκασιν. Ὁ μὲν γὰρ ἐκ προοιμίων παραλαβὼν τὴν φύσιν τὴν ἀνθρωπίνην, τὰ πρῶτα στοιχεῖα τοὺς ἀκούοντας ἐπαίδευσεν· οὗτοι δὲ παρὰ Μωσέως παραλαβόντες, λοιπὸν τὰ τελειότερα παρεδίδοσαν. Τέως οὖν ἐμάθομεν τῆς συγκαταβάσεως τὴν αἰτίαν, καὶ ὅτι Πνεύματι φθεγγόμενος καταλλήλως τοῖς ἀκούουσιν, ἅπαντα ἐξετίθετο, πάσας ὁμοῦ τὰς δίκην ζιζανίων ἐπιφυομένας αἱρέσεις τῇ Ἐκκλησίᾳ κάτωθεν ἀνασπῶν διὰ τοῦ εἰπεῖν· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Κἂν γὰρ Μανιχαῖος προσέλθῃ λέγων τὴν ὕλην προϋπάρχειν, κἂν Μαρκίων, κἂν Οὐαλεντῖνος, κἂν Ἑλλήνων παῖδες, λέγε πρὸς αὐτούς· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἀλλ' οὐ πιστεύει τῇ Γραφῇ. Ἀποστράφηθι λοιπὸν αὐτὸν ὡς μαινόμενον καὶ ἐξεστηκότα. Ὁ γὰρ τῷ δημιουργῷ τῶν ὅλων ἀπιστῶν, ὡς καὶ ψεῦδος τῆς ἀληθείας καταγινώσκων, ποίας ἂν τύχοι συγγνώμης ποτέ; Πεπλασμένον ἔχουσιν ἐκεῖνοι τὸ χρῶμα, καὶ ἐπιεικείας πρόσωπον ὑποδυόμενοι, κρύπτουσιν ἐν τῇ δορᾷ τοῦ προβάτου τὸν λύκον. Ἀλλὰ σὺ μὴ ἀπατηθῇς, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μάλιστα μίσησον αὐτὸν, ὅτι πρὸς μὲν σὲ τὸν ὁμόδουλον ἐπιείκειαν ὑποκρίνεται, πρὸς δὲ τὸν τῶν ὅλων Δεσπότην Θεὸν τὸν πόλεμον ἤρατο, καὶ κατὰ τῆς ἑαυτοῦ σωτηρίας τρέχων οὐκ αἰσθάνεται. Ἡμεῖς δὲ τῆς πέτρας ἐχώμεθα τῆς ἀῤῥαγοῦς, καὶ ἐπὶ τὴν ἀρχὴν πάλιν ἐπανέλθωμεν. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ὅρα καὶ ἐξ αὐτοῦ τοῦ τῆς δημιουργίας τρόπου τὴν θείαν φύσιν διαλάμπουσαν, ὡς ἀπεναντίας τῇ ἀνθρωπίνῃ συνηθείᾳ τὴν δημιουργίαν ποιεῖται, πρότερον τὸν οὐρανὸν τείνας, καὶ τότε τὴν γῆν ὑποστορέσας· πρότερον τὸν ὄροφον, καὶ τότε τὸν θεμέλιον. Τίς εἶδε; τίς ἤκουσεν; Ἐπὶ μὲν γὰρ τῆς ἀνθρωπίνης δημιουργίας οὐκ ἂν τοῦτο γένοιτ' ἄν ποτε· ὅταν δὲ ὁ Θεὸς κελεύῃ, πάντα τῷ βουλήματι αὐτοῦ εἴκει καὶ παραχωρεῖ. Μὴ τοίνυν ἀνθρωπίνῳ λογισμῷ τὰ τοῦ Θεοῦ ἔργα περιεργαζώμεθα, ἀλλ' ἐκ τῶν ἔργων ὁδηγούμενοι, θαυμάζωμεν τὸν τεχνίτην. Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται.