Ancient Greek
ΟΜΙΛΙΑ Κʹ Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδὲμ, καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-18
Not analysed yet
Ὁρᾷς, ἀγαπητὲ, πῶς αὐτεξούσιον ἡμῶν τὴν γνώμην ὁ Θεὸς ἐδημιούργησε, καὶ ὥσπερ ῥᾳθυμοῦντες ὑποσκελιζόμεθα, οὕτω καὶ νῆψαι βουληθέντες συνορῶμεν τὸ δέον; Τίς γὰρ, εἰπέ μοι, τοῦτον ἐπὶ τὴν τοσαύτην ἐξομολόγησιν κατήπειγεν; Οὐδεὶς ἕτερος, ἀλλ' ἢ τὸ συνειδὸς καὶ ὁ δικαστὴς ἐκεῖνος ὁ ἀδέκαστος. Ἐπειδὴ γὰρ εἰς ῥᾳθυμίαν ἀποκλίνας εἰς ἔργον ἤγαγε τὴν κακὴν ἐπιχείρησιν, εὐθέως κατεξανέστη τὸ συνειδὸς καταβοῶν, καὶ τῶν ἁμαρτηθέντων τὸ μέγεθος, καὶ ὅσαις τιμωρίαις ἑαυτὸν ὑπεύθυνον εἰργάσατο. Τοιοῦτον γὰρ ἡ ἁμαρτία· πρὶν ἢ μὲν γὰρ παραχθῆναι, καὶ εἰς ἔργον ἐλθεῖν, σκοτοῖ τὸν λογισμὸν, καὶ ἀπατᾷ τὴν διάνοιαν· ἐπὰν δὲ τελειωθῇ, τότε δήλην ἡμῖν τὴν αὐτῆς ἀτοπίαν καθίστησι, καὶ ἡ βραχεῖα ἐκείνη καὶ ἄτοπος ἡδονὴ διηνεκῆ τὴν ὀδύνην ἡμῖν ἀντίθησι, καὶ τοῦ συνειδότος ἀφαιρεῖται τὴν παῤῥησίαν, καὶ αἰσχύνῃ περιβάλλει τὸν ἁλόντα. Ὁ γὰρ φιλάνθρωπος Δεσπότης τοιοῦτον ἡμῖν τὸν κατήγορον τοῦτον ἐπέστησεν, ὡς μηδέποτε ἠρεμεῖν, ἀλλ' ἀδιαλείπτως συνόντα καταβοᾷν, καὶ δίκην ἀπαιτεῖν τῶν πεπλημμελημένων. Καὶ τοῦτο ἄν τις ἴδοι σαφῶς ἐξ αὐτῶν τῶν πραγμάτων. Ὁ γὰρ πόρνος, ἢ ὁ μοιχὸς, ἢ ὁ ἕτερόν τι τοιοῦτον εἰργασμένος, κἂν πάντας λαθεῖν δυνηθῇ, οὐδὲ οὕτως ἐν ἠρεμίᾳ διάγει, ἀλλ' ἔχων τοῦτον τὸν σφοδρὸν, κατήγορον τὰς ὑποψίας δέδοικε, τὰς σκιὰς τρέμει, τοὺς εἰδότας, τοὺς οὐκ εἰδότας, διηνεκῆ χειμῶνα ἔχων ἐν ψυχῇ καὶ κύματα ἐπάλληλα. Καὶ οὔτε ὕπνος τῷ τοιούτῳ ἡδὺς, ἀλλὰ φόβου καὶ δειμάτων πεπληρωμένος· οὔτε τροφὴ ἡδονὴν ἔχουσα, οὔτε διάλεξις φίλων τὸν τοιοῦτον μεταγαγεῖν δυνήσεται, ἢ ἀπαλλάξαι τοῦ ἀγῶνος τοῦ ἐπικειμένου· ἀλλὰ καθάπερ δήμιον περιφέρων καταξαίνοντα αὐτὸν καὶ μαστίζοντα διηνεκῶς, οὕτω μετὰ τὴν ἄτοπον πρᾶξιν ἐκείνην περιέρχεται, οὐδενὸς εἰδότος, τὰς ἀφορήτους ἐκείνας τιμωρίας ὑπέχων, καὶ δικαστὴς ἑαυτοῦ γινόμενος καὶ κατήγορος. Ἀλλ' ὁ ταῦτα εἰργασμένος ἐὰν βουληθῇ εἰς δέον χρήσασθαι τῇ ἀπὸ τοῦ συνειδότος βοηθείᾳ, καὶ ἐπὶ τὴν ἐξομολόγησιν τῶν πεπραγμένων ἐπειχθῆναι, καὶ τῷ ἰατρῷ δεῖξαι τὸ ἕλκος, τῷ θεραπεύοντι καὶ μὴ ὀνειδίζοντι, καὶ τὰ παρ' ἐκείνου φάρμακα δέξασθαι, καὶ μόνος αὐτῷ διαλεχθῆναι, μηδενὸς εἰδότος, καὶ πάντα εἰπεῖν μετὰ ἀκριβείας, ταχεῖαν ποιήσεται τὴν διόρθωσιν τῶν ἐπταισμένων. Ἡ γὰρ ὁμολογία τῶν ἡμαρτημένων ἀφανισμὸς γίνεται τῶν πλημμελημάτων. Εἰ γὰρ δὴ ὁ Λάμεχ οὗτος ταῖς ἑαυτοῦ γυναιξὶ τοὺς παρ' αὐτοῦ γενομένους φόνους ἐξαγορεῦσαι οὐ παρῃτήσατο, ποίας ἂν εἴημεν συγγνώμης ἄξιοι, τῷ πάντα μετὰ ἀκριβείας εἰδότι τὰ ἡμέτερα πλημμελήματα μὴ βουλόμενοι ἐξαγορεύειν τὰ ἡμαρτημένα; Μὴ γὰρ ἐπειδὴ ἀγνοεῖ, μαθεῖν βούλεται; Οὐκ ἐπειδὴ ἀγνοεῖ, τὴν παρ' ἡμῶν ὁμολογίαν ἐπιζητεῖ ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν, ἀλλὰ βουλόμενος ἡμᾶς ὁμοῦ καὶ αἴσθησιν λαβεῖν τῶν ἐπταισμένων διὰ τῆς ὁμολογίας, καὶ τὴν εὐγνωμοσύνην τὴν παρ' ἑαυτῶν ἐπιδείξασθαι. Μὴ γὰρ χρήματα ἔπεστιν ἐνταῦθα δαπανῆσαι; μὴ γὰρ ὁδὸν μακρὰν στείλασθαι; μὴ γὰρ ὀδύνην καὶ ἀλγήματα παρέχει ἡ ἰατρεία αὕτη; Καὶ ἀδάπανός ἐστι, καὶ ἀνώδυνος, καὶ ταχεῖαν παρέχουσα τὴν θεραπείαν. Πρὸς γὰρ τὸν τόνον τῆς διαθέσεως τοῦ προσιόντος, οὕτω καὶ τὰ φάρμακα τῶν τραυμάτων χαρίζεται ὁ Δεσπότης. Ὁ τοίνυν βουλόμενος θᾶττον πρὸς ὑγίειαν ἐπανελθεῖν, καὶ τὰ τῆς ψυχῆς ἕλκη θεραπεῦσαι, μετὰ νήψεως προσιέτω, πάντων ἑαυτὸν ἀποστήσας τῶν βιωτικῶν, θερμὰ δάκρυα προχεέτω, προσεδρίαν πολλὴν ἐπιδεικνύσθω, πίστιν ἀκριβῆ εἰσφερέτω, καὶ θαῤῥείτω τοῦ ἰατροῦ τῇ τέχνῃ, καὶ παραχρῆμα τῆς ὑγιείας ἀπολαύσεται. Εἶδες ἰατροῦ φιλοτιμίαν παντὸς πατρὸς φιλοστοργίαν ἀποκρύπτοντος; Μὴ γὰρ βαρύ τι καὶ ἐπαχθὲς παρ' ἡμῶν ἐπιζητεῖ; Συντριβὴν καρδίας, λογισμοῦ κατάνυξιν, ὁμολογίαν πταίσματος, προσεδρίαν συντεταμένην· καὶ οὐ μόνον τῶν τραυμάτων τὴν θεραπείαν χαρίζεται, καὶ τῶν ἡμαρτημένων καθαροὺς ἀποδείκνυσιν, ἀλλὰ καὶ τὸν πρὸ τούτου μυρίοις βαρυνόμενον φορτίοις ἁμαρτημάτων δίκαιον ἀπεργάζεται. Ὢ φιλανθρωπίας μέγεθος· ὢ ἀγαθότητος ὑπερβολή. Τὸν ἡμαρτηκότα, ἐπειδὰν ὁμολογήσῃ τὰ ἡμαρτημένα συγγνώμην αἰτήσας, καὶ τὴν εἰς τὸ ἑξῆς ἀσφάλειαν ἐπιδείξηται, ἀθρόον δίκαιον ἀποφαίνει. Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ἄκουε τοῦ προφήτου λέγοντος· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος. ἵνα δικαιωθῇς. Οὐχ ἁπλῶς εἶπε, Λέγε σὺ τὰς ἀνομίας σου, ἀλλὰ προσέθηκε, Πρῶτος, τουτέστι, μὴ ἀναμείνῃς τὸν ἐλέγχοντα, μηδὲ ἐκδέξῃ τὸν κατήγορον· αὐτὸς προλαβὼν ἅρπασον τὴν πρωτολογίαν, ἵνα ἀποκλείσῃς τοῦ κατηγόρου τὴν γλῶτταν.