Ancient Greek · ~15 min
ΟΜΙΛΙΑ Γʹ Εἰς τὰ ὑπόλοιπα τοῦ, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» ἕως τοῦ, »Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-2
Not analysed yet
Δεξώμεθα οὖν μετὰ πολλῆς τῆς εὐγνωμοσύνης τὰ παρὰ τῆς θείας Γραφῆς διδάγματα, καὶ μὴ ἀντιβλέπωμεν τῇ ἀληθείᾳ, μηδὲ τῷ σκότει παραμένωμεν, ἀλλὰ πρὸς τὸ φῶς ἐπειγώμεθα, καὶ ἄξια τοῦ φωτὸς καὶ τῆς ἡμέρας διαπραττώμεθα ἔργα, καθάπερ καὶ Παῦλος παραινεῖ λέγων· Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, καὶ μὴ ἐργαζώμεθα τὰ ἔργα τοῦ σκότους. Καὶ ἐκάλεσε, φησὶν, ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Ἀλλ' ὃ μικροῦ ἡμᾶς παρέδραμεν, ἀναγκαῖον τοῦτο ἐπαναλαβεῖν πάλιν. Ἐπειδὴ γὰρ εἶπε, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς, ἐπήγαγε· Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν. Θέα μοι, ἀγαπητὲ, ἐνταῦθα, πόση ἡ συγκατάβασις τῶν ῥημάτων. Τί οὖν, πρὶν ἢ γενέσθαι οὐκ ᾔδει, ὅτι καλὸν, ἀλλὰ μετὰ τὸ παραχθῆναι ἡ ὄψις ἔδειξε τῷ δημιουργῷ τὸ κάλλος τοῦ παραχθέντος; Καὶ τίς ἂν εἴποι τοῦτο τῶν νοῦν ἐχόντων; Εἰ γὰρ ἄνθρωπος τέχνῃ τινὶ ἐργαζόμενος, καὶ πρὶν ἢ κατασκευάσῃ τὸ ὑπ' αὐτοῦ δημιουργούμενον, καὶ πρὶν ἢ μορφώσῃ, εἶδε τὴν χρείαν, εἰς ἣν συντελεῖ τὸ ὑπ' αὐτοῦ γινόμενον· πολλῷ μᾶλλον ὁ τῶν ἁπάντων δημιουργὸς, ὁ λόγῳ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, ᾔδει καὶ πρὸ τοῦ δημιουργηθῆναι τὸ φῶς, ὅτι καλόν. Τίνος οὖν ἕνεκεν ταύτῃ τῇ λέξει ἐχρήσατο; Πρὸς τὴν συνήθειαν τὴν ἀνθρωπίνην συγκαταβαίνων φθέγγεται ὁ μακάριος οὗτος προφήτης. Καὶ καθάπερ οἱ ἄνθρωποι, ἐπειδάν τι μετὰ πολλῆς τῆς ἐπιμελείας ἐργάσωνται, καὶ τέλος ἐπιθῶσι τοῖς οἰκείοις καμάτοις, τότε ἐκ τῆς δοκιμασίας καὶ τὸν ἔπαινον προσάγουσι τοῖς ὑπ' αὐτῶν γινομένοις· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ θεία Γραφὴ, νῦν συγκατιοῦσα τῇ ἀσθενείᾳ τῆς ἀκοῆς τῆς ἡμετέρας, φησί· Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλὸν, καὶ τότε ἐπήγαγε· Καὶ διεχώρισεν ὁ Θεὸς ἀναμέσον τοῦ φωτὸς, καὶ ἀναμέσον τοῦ σκότους· καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα, καὶ ἰδίαν τινὰ χώραν ἀπένειμεν ἑκάστῳ, ὅρους τινὰς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἑκάστῳ πηγνὺς, ὥστε εἰς τὸ διηνεκὲς τούτους ἀπαραποδίστους διαφυλάττειν. Καὶ τοῦτο ἔξεστι συνιδεῖν ἑκάστῳ τῶν εὖ φρονούντων, πῶς ἐξ ἐκείνου μέχρι τοῦ παρόντος οὔτε τὸ φῶς ὑπερέβη τοὺς οἰκείους ὅρους, οὔτε τὸ σκότος τὴν οἰκείαν τάξιν παρῆλθε, σύγχυσίν τινα καὶ ἀταξίαν ἐργασάμενον. Καὶ γὰρ ἱκανὸν καὶ τοῦτο μόνον τοῖς ἀγνωμονεῖν βουλομένοις πρὸς τὴν πειθὼ καὶ τὴν ὑπακοὴν τῶν παρὰ τῆς θείας Γραφῆς λεγομένων ἀναγαγεῖν, ὥστε μιμήσασθαι κἂν τῶν στοιχείων τὴν τάξιν, τῶν ἀπαραπόδιστον τηρούντων τὸν δρόμον, καὶ μὴ ὑπερβαίνειν τὰ οἰκεῖα μέτρα, ἀλλ' ἐπιγινώσκειν τὴν οἰκείαν φύσιν. Εἶτα ἐπειδὴ ἑκάστῳ τὴν προσηγορίαν ἐπέθηκεν, ἀμφότερα εἰς τὸ αὐτὸ συναγαγών φησι· Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία. Τὸ τέλος τῆς ἡμέρας καὶ τὸ τέλος τῆς νυκτὸς μίαν ἐμφαίνων ὠνόμασεν, ἵνα τάξιν τινὰ καὶ ἀκολουθίαν ἐπιστήσῃ τοῖς ὁρωμένοις, καὶ μηδεμία σύγχυσις ᾖ. Ἀλλ' εἰδέναι ἔχομεν διδασκόμενοι παρὰ τοῦ Πνεύματος τοῦ ἁγίου, διὰ τῆς τοῦ μακαρίου τούτου προφήτου γλώττης, τίνα μὲν κατὰ τὴν πρώτην ἐδημιουργήθη ἡμέραν, τίνα δὲ ἐν ταῖς ἄλλαις. Καὶ τοῦτο δὲ αὐτὸ τῆς τοῦ φιλανθρώπου Θεοῦ ἐστι συγκαταβάσεως. Οὐ γὰρ ἠπόρει ἡ παντοδύναμος αὐτοῦ χεὶρ, καὶ ἡ ἄπειρος σοφία, καὶ ἐν μιᾷ ἡμέρᾳ τὰ πάντα παραγαγεῖν. Τί δὲ λέγω, ἐν μιᾷ ἡμέρᾳ; Καὶ ἐν ἀκαριαίᾳ ῥοπῇ. Ἀλλ' ἐπειδὴ οὐ διὰ τὴν ἑαυτοῦ χρείαν παρήγαγέ τι τῶν ὄντων· οὐδενὸς γὰρ δεῖται ἀνενδεὴς ὤν· ἀλλὰ φιλανθρωπίᾳ τινὶ, καὶ ἀγαθότητι τὰ πάντα ἐτεκτήνατο· διὰ τοῦτο κατὰ μέρος δημιουργεῖ, καὶ διδασκαλίαν ἡμῖν σαφῆ τῶν γινομένων παραδίδωσι διὰ τῆς τοῦ μακαρίου προφήτου γλώττης, ἵνα μαθόντες ἀκριβῶς μὴ προσπταίωμεν τοῖς ἐξ ἀνθρωπίνων λογισμῶν κινουμένοις. Εἰ γὰρ, καὶ τούτων οὕτω γεγενημένων, εἰσί τινες οἱ αὐτόματα λέγοντες γεγενῆσθαι πάντα τὰ ὄντα, εἰ μὴ τοσαύτῃ ἐχρήσατο τῇ συγκαταβάσει καὶ διδασκαλίᾳ, τί οὐκ ἂν ἐτόλμησαν οἱ κατὰ τῆς ἑαυτῶν σωτηρίας ἅπαντα καὶ λέγειν καὶ πράττειν σπουδάζοντες;