Ancient Greek · ~5 min
ΟΜΙΛΙΑ ΜΘʹ Αὗται δὲ αἱ γενέσεις, φησὶν, Ἰσαὰκ τοῦ υἱοῦ Ἀβραάμ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3-3
Not analysed yet
Σὺ δέ μοι σκόπει, ἀγαπητὲ, πῶς ἡ στεῖρα αὐτὴν χειραγωγεῖ πρὸς τὴν πίστιν τοῦ τόκου. Ἐπειδὴ γὰρ ἡ προτέρα ἀπόδειξις μείζων ἦν τῆς διανοίας τῆς παρθένου, ἄκουσον πῶς καὶ ἐπὶ τὰ ταπεινότερα κατήγαγε τὸν λόγον, διὰ τῶν αἰσθητῶν αὐτὴν χειραγωγῶν. Καὶ ἰδοὺ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ. Διὰ τὴν παρθένον πάντως παρήγαγε καὶ τὴν στεῖραν· ἐπεὶ τίνος ἕνεκεν παρήγαγεν αὐτῇ τὸν τόκον τῆς συγγενοῦς καὶ τίνος ἕνεκεν ἔλεγε, Τῇ καλουμένῃ στείρᾳ; Διὰ πάντων χειραγωγῶν αὐτὴν πρὸς τὸ πιστεῦσαι τῷ εὐαγγελισμῷ. Διὰ τοῦτο καὶ τὴν ἡλικίαν εἶπε, καὶ τὴν πήρωσιν τῆς φύσεως· διὰ τοῦτο καὶ τὸν χρόνον ἀνέμεινε τῆς κυήσεως. Οὐ γὰρ ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων αὐτῇ εὐθέως εὐηγγελίσατο, ἀλλ' ἑξαμηνιαίου διελθόντος χρόνου, ἵνα ὁ τῆς γαστρὸς ὄγκος τὴν κύησιν ἐγγυησάμενος σαφῆ τὴν ἀπόδειξιν παράσχῃ τῆς συλλήψεως. Καὶ θέα μοι τοῦ Γαβριὴλ τὴν σύνεσιν. Οὐκ ἀνέμνησεν αὐτὴν τῆς Σάῤῥας, οὐδὲ τῆς Ῥεβέκκας, οὐδὲ τῆς Ῥαχήλ. Τίνος ἕνεκεν καὶ διὰ τί; Καὶ αὗται γὰρ στεῖραι ἦσαν, καὶ γεγηρακυῖαι, καὶ πολὺ καὶ ἐν αὐταῖς τὸ θαῦμα ἦν· ἀλλ' ἐπειδὴ πάντα ταῦτα παλαιὰ ἦν τὰ διηγήματα, ἐπὶ τὸ πρόσφατον αὐτὴν ἄγει, ἵνα διαναστήσῃ αὐτῆς τὴν διάνοιαν.