Ancient Greek · ~12 min
ΟΜΙΛΙΑ Εʹ Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-4
Not analysed yet
Ταῦτα καθ' ἑκάστην ὥραν στρέφοντες παρ' ἑαυτοῖς, πολλὴν ποιώμεθα τὴν μέριμναν ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας, ἵνα μὴ, τοῦ χρόνου παρατρέχοντος, λάθωμεν ἑαυτοὺς τὰ μέγιστα ζημιοῦντες. Ἀλλὰ τῶν μὲν προοιμίων ἅλις· ἀκούσωμεν δὲ, εἰ δοκεῖ, τίνα ἐστὶν, ἃ καὶ σήμερον ἡμᾶς διδάξαι βούλεται ἡ τοῦ Πνεύματος χάρις διὰ τῆς τοῦ Μωϋσέως γλώττης. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς, Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐγένετο οὕτω. Βλέπε μοι, ἀγαπητὲ, ἐνταῦθα τάξιν καὶ ἀκολουθίαν ἀρίστην. Ἐπειδὴ γὰρ εἶπεν ἐν ἀρχῇ, ὅτι Ἦν ἡ γῆ ἀόρατος καὶ ἀκατασκεύαστος, τῷ καὶ τῷ σκότῳ καὶ τοῖς ὕδασι καλύπτεσθαι· εἶτα τῇ δευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα κελεύσας γενέσθαι, τὸν χωρισμὸν τῶν ὑδάτων εἰργάσατο, καλέσας τὸ στερέωμα οὐρανόν· νῦν πάλιν διδάσκει ἡμᾶς, ὅτι ἐν τῇ τρίτῃ ἡμέρᾳ τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ, ἤτοι τοῦ στερεώματος, προσέταξεν εἰς μίαν συναγωγὴν συνελθὸν χώραν παρασχεῖν, καὶ ὀφθῆναι τὴν ξηράν· καὶ ἐγένετο οὕτως Ἐπειδὴ γὰρ ἅπαντα ὑδάτων ἐπεπλήρωτο, κελεύει εἰς μίαν συναγωγὴν ὑδάτων τὸ πλῆθος συνελθεῖν, ἵνα οὕτως ὀφθῇ ἡ ξηρά. Σκόπει πῶς κατὰ μικρὸν ἡμῖν τὴν διακόσμησιν καὶ τὴν εὐμορφίαν αὐτῆς παραδείκνυσι. Καὶ ἐγένετο, φησὶν, οὕτω. Πῶς; Ὡς προσέταξεν ὁ Δεσπότης. Εἶπε μόνον, καὶ τὸ ἔργον ἠκολούθησε. Τοῦτο γὰρ ἴδιον Θεοῦ, τὸ κατὰ τὸ ἑαυτοῦ βούλημα τὰ δημιουργήματα ἡνιοχεῖν. Καὶ συνήχθη, φησὶ, τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. Καθάπερ ἐπὶ τοῦ φωτὸς, σκότους ὄντος πανταχοῦ, ἐκέλευσε παραχθῆναι τὸ φῶς, καὶ διαχωρισμὸν εἰργάσατο τοῦ φωτὸς καὶ τοῦ σκότους, ὥστε τὸ μὲν τῇ ἡμέρᾳ ἀποκληρῶσαι, τὸ δὲ τῇ νυκτί· καὶ ἐπὶ τῶν ὑδάτων πάλιν τὸ στερέωμα παραγαγὼν, τὰ μὲν τὴν ἄνω χώραν ἐπέχειν ἐκέλευσε, τὰ δὲ ὑπὸ τὸ στερέωμα εἶναι· οὕτω καὶ νῦν αὐτὰ ταῦτα τὰ ὕδατα, τὰ ὑποκάτω τοῦ στερεώματος, προστάσσει εἰς μίαν συναγωγὴν συνδραμεῖν, ἵνα φανῇ ἡ ξηρὰ, καὶ τότε καὶ ταύτῃ τὸ οἰκεῖον ἐπιθῇ ὄνομα, ὥσπερ ἐπὶ τοῦ φωτὸς καὶ τοῦ σκότους. Συνήχθη γὰρ, φησὶ, τὰ ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρὰ, καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν. Εἶδες, ἀγαπητὲ, πῶς ἀόρατον οὖσαν καὶ ἀκατασκεύαστον, καθάπερ ὑπὸ παραπετάσμασί τισι καλυπτομένην τοῖς ὕδασιν ἀπαμφιάσας, ὡς εἰπεῖν, δείκνυσιν ἡμῖν αὐτῆς τέως τὸ πρόσωπον, ἐπιθεὶς αὐτῇ τὴν οἰκείαν προσηγορίαν; Καὶ τὰ συστήματα, φησὶ, τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. Ἰδοὺ καὶ τὰ ὕδατα ἔλαβε τὴν οἰκείαν προσηγορίαν. Καθάπερ γάρ τις τεχνίτης ἄριστος ἐπειδὰν μέλλῃ κατασκευάζειν τι σκεῦος διὰ τῆς οἰκείας ἐπιστήμης, οὐ πρότερον τούτῳ τὴν οἰκείαν προσηγορίαν ἐπιτίθησι, μέχρις ἂν τὸ τέλος ἐπιθῇ τῷ κατασκευαζομένῳ· οὕτω δὴ καὶ ὁ φιλάνθρωπος Δεσπότης οὐ πρότερον τὰς προσηγορίας τοῖς στοιχείοις ἐπιτίθησι, μέχρις ἂν εἰς τὴν οἰκείαν χώραν τῷ οἰκείῳ προστάγματι ἐναποθῆται, Ἐπεὶ οὖν ἐδέξατο καὶ ἡ γῆ τὴν ἑαυτῆς προσηγορίαν, καὶ πρὸς τὴν οἰκείαν μορφὴν ἐπανῆλθε, καὶ τὰ ὕδατα συναχθέντα πάλιν τῆς οἰκείας ὀνομασίας ἠξιώθη. Ἐκάλεσε γὰρ, φησὶ, τὰ συστήματα τῶν ὑδάτων θαλάσσας, καὶ ἐπήγαγε πάλιν, Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Ἐπειδὴ γὰρ ἀσθενὴς οὖσα τῶν ἀνθρώπων ἡ φύσις, οὐκ ἤρκει πρὸς ἀξίαν ἐπαινέσαι τὰ τοῦ Θεοῦ δημιουργήματα, προλαβοῦσα ἡ θεία Γραφὴ τὸν ὑπ' αὐτοῦ τοῦ δημιουργοῦ ἔπαινον ἡμᾶς διδάσκει.