Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ ΝΕʹ Καὶ εἶπε Λάβαν τῷ Ἰακώβ· Ὅτι γὰρ ἀδελφός μου εἶ σὺ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-51
Not analysed yet
Εἶτα βουλόμενος καὶ κατ' εἶδος ἅπαντα ἀπαριθμήσασθαι, καὶ πᾶσιν ἡμῖν κατάδηλον ποιήσασθαι τὸν πόθον τὸν ἀκάθεκτον, ὃν περὶ τὸν Δεσπότην ἐκέκτητο, ἐπήγαγε λέγων· Θλίψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Ὢ ψυχῆς μαινομένης μανίαν σωφροσύνης μητέρα. Τί, φησὶ, τῶν ἐπαγομένων ἡμῖν δυνήσεται ἡμᾶς ἀποστῆσαι τῆς πρὸς τὸν Θεὸν ἀγάπης; Αἱ θλίψεις αἱ καθημεριναί; Οὐδαμῶς. Ἀλλ' αἱ στενοχωρίαι; Οὐδὲ αὗται. Ἀλλ' οἱ διωγμοί; Οὐδ' ὅλως. Ἀλλὰ τί; λιμός; Οὐδὲ τοῦτο. Ἀλλὰ κίνδυνοι; Καὶ τί λέγω λιμὸν καὶ γυμνότητα καὶ κινδύνους; ἀλλὰ μάχαιρα; Αὐτὸς, φησὶν, ὁ θάνατος ἐπαγόμενος τοῦτο ἰσχῦσαι οὐ δυνήσεται· ἀμήχανον γὰρ καὶ πάντα ἀδύνατον. Οὐδεὶς ἕτερος οὕτως ἀγαπῆσαι κατηξιώθη τὸν Δεσπότην, ὡς ἡ μακαρία αὕτη ψυχή. Καθάπερ γὰρ ἀπαλλαγεὶς τοῦ σώματος, καὶ μετάρσιος, ὡς εἰπεῖν, γεγονὼς, καὶ οὐδὲ ἐπὶ τῆς γῆς βαδίζειν νομίζων, οὕτως ἅπαντα φθέγγεται. Ὁ γὰρ περὶ τὸν Θεὸν πόθος, καὶ ἡ πεπυρωμένη ἀγάπη μετέστησεν αὐτοῦ τὸν λογισμὸν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ, καὶ ἀπὸ τῶν παρόντων ἐπὶ τὰ μέλλοντα, καὶ ἀπὸ τῶν βλεπομένων ἐπὶ τὰ μὴ ὁρώμενα. Τοιοῦτον γὰρ ἡ πίστις, καὶ ἡ περὶ τὸν Θεὸν ἀγάπη. Καὶ ἵνα μάθῃς αὐτοῦ τὴν πολλὴν εὐγνωμοσύνην, ὅρα τὸν οὕτως ἀγαπῶντα τὸν Δεσπότην, καὶ ἐκκαιόμενον εἰς τὸν περὶ αὐτὸν πόθον, ἐλαυνόμενον, διωκόμενον, μαστιζόμενον, μυρία δεινὰ ὑπομένοντα, καὶ λέγοντα· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον· τρὶς ἐῤῥαβδίσθην· ἅπαξ ἐλιθάσθην· νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις ἐν ψευδαδέλφοις, ἐν κόπῳ καὶ μόχθῳ· καὶ τοσαῦτα πάσχων ἔχαιρε καὶ ἠγαλλιᾶτο. ᾜδει γὰρ καὶ ἐπεπληροφόρητο, ὅτι οἱ πρὸς τὸ παρὸν πόνοι τῶν μεγίστων αὐτῷ βραβείων πρόξενοι γίνονται, καὶ οἱ κίνδυνοι στεφάνους ἔτικτον. Εἰ γὰρ ὁ Ἰακὼβ διὰ τὸν περὶ τὴν Ῥαχὴλ πόθον ὡς ἡμέρας ὀλίγας τῶν ἑπτὰ ἐτῶν τὸν ἀριθμὸν ἐνόμιζε, πολλῷ μᾶλλον ὁ μακάριος οὗτος οὐδὲν ἅπαντα ἡγεῖτο, πυρωθεὶς ἅπαξ τῷ περὶ τὸν Θεὸν πόθῳ, καὶ διὰ τὸν ἀγαπώμενον Χριστὸν ἅπαντα ὑπομένων. Σπουδάσωμεν τοίνυν, παρακαλῶ, καὶ ἡμεῖς ἀγαπῆσαι τὸν Χριστόν. Οὐδὲν γὰρ ἕτερον, φησὶν, ὁ Χριστὸς ζητεῖ παρὰ σοῦ, ἢ τὸ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης τῆς καρδίας, καὶ ποιεῖν τὰς ἐντολὰς αὐτοῦ. Ὁ γὰρ ἀγαπῶν αὐτὸν καθ' ὃν δεῖ τρόπον ἀγαπᾷν, δηλονότι καὶ τὰς αὐτοῦ ἐπείγεται ἐντολὰς ποιεῖν. Ὅταν γάρ τις περί τινα γνησίως διάκειται, πάντα πράττειν σπουδάζει, ἃ τὸν ἀγαπώμενον ἐφέλκεσθαι δύναται εἰς τὸν περὶ αὐτὸν πόθον. Καὶ ἡμεῖς τοίνυν, ἐὰν ἀγαπήσωμεν γνησίως τὸν Δεσπότην, καὶ τὰς ἐντολὰς αὐτοῦ πληρῶσαι δυνησόμεθα, καὶ μηδὲν πράττειν ἐκείνων τῶν παροξῦναι δυναμένων τὸν ἀγαπώμενον. Τοῦτο ἡ βασιλεία τῶν οὐρανῶν, τοῦτο ἡ ἀπόλαυσις τῶν ἀγαθῶν, τοῦτο τὰ μυρία ἀγαθὰ, τὸ καταξιωθῆναι γνησίως καὶ καθ' ὃν χρὴ δὴ τρόπον ἀγαπᾷν· ἀγαπήσομεν δὲ αὐτὸν γνησίως, ἐὰν διὰ τὴν περὶ αὐτὸν ἀγάπην, καὶ περὶ τοὺς ὁμοδούλους πολλὴν ἐπιδειξώμεθα τὴν ἀγάπην. Ἐν ταύταις γὰρ, φησὶ, ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Τοῦτο τῶν ἀρετῶν τὸ κεφάλαιον, τοῦτο πασῶν τῶν τοῦ Θεοῦ ἐντολῶν ὁ θεμέλιος. Τῇ γὰρ ἀγάπῃ τῇ περὶ τὸν Θεὸν συνεισέρχεται καὶ ἡ περὶ τὸν πλησίον ἀγάπη. Ὁ γὰρ ἀγαπῶν τὸν Θεὸν οὐ περιόψεται τὸν ἀδελφὸν, οὐδὲ τὰ χρήματα τοῦ οἰκείου μέλους προτιμήσει, ἀλλὰ πολλὴν περὶ αὐτὸν ἐπιδείξεται τὴν φιλοτιμίαν, μεμνημένος τοῦ εἰρηκότος, ὅτι Ὁ ποιήσας ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποίησε. Καὶ ἐννοῶν, ὅτι διὰ τῆς εἰς τὸν ὁμόδουλον θεραπείας αὐτός ἐστιν ὁ τὰ γινόμενα οἰκειούμενος ὁ τῶν ἁπάντων Δεσπότης, μετὰ πολλῆς τῆς προθυμίας ἅπαντα ἐργάσεται, καὶ πολλὴν τὴν δαψίλειαν περὶ τὴν ἐλεημοσύνην ἐπιδείξεται, οὐ πρὸς τὴν εὐτέλειαν ὁρῶν τοῦ φαινομένου, ἀλλὰ πρὸς τὸ μέγεθος τοῦ οἰκειοῦσθαι ἐπαγγειλαμένου τὰ εἰς τοὺς πένητας γινόμενα. Μὴ δὴ παρατρέχωμεν ἁπλῶς, παρακαλῶ, τὸ κέρδος τῶν ἡμετέρων ψυχῶν, τὸ φάρμακον τῶν ἡμετέρων τραυμάτων. Τοῦτο γὰρ, τοῦτο μάλιστα τὸ φάρμακον τοσαύτην ἡμῖν παρέξει τὴν θεραπείαν, καὶ οὕτως ἀφανίσει τὰ ἕλκη τῶν ἡμετέρων ψυχῶν, ὡς μηδὲ ἴχνος μηδὲ οὐλὴν καταλειφθῆναι· ὅπερ ἐπὶ τῶν σωματικῶν τραυμάτων οὐχ οἷόν τε γενέσθαι. Κἂν γὰρ μυριάκις τις τὰ φάρμακα τῷ οἰκείῳ τραύματι ἐπιθῇ τὰ παρὰ τῶν ἰατρῶν κατασκευαζόμενα, ἀνάγκη τὴν οὐλὴν ἐν τῷ σώματι ἐναπομένειν· καὶ εἰκότως· σῶμα γάρ ἐστι τὸ θεραπευόμενον. Ἐνταῦθα δὲ ἐπειδὴ ψυχή ἐστιν ἡ θεραπευομένη, ἐπειδὰν τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείξηται, πολλὴν δέχεται τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν, καὶ οὕτως ἅπαντα φυγαδεύεται τὰ ἕλκη, ὡς ἂν κονιορτὸς, ἀνέμου σφοδροῦ διεγερθέντος. Καὶ τούτων ἁπάντων τῶν ὑποδειγμάτων ὑπερπλήρεις ἡμῖν αἱ Γραφαί. Οὕτως ὁ μακάριος Παῦλος ἀπόστολος γέγονεν ἀπὸ διώκτου, καὶ ὁ πρότερον πορθῶν τὴν Ἐκκλησίαν, ὕστερον αὐτὸς αὐτῆς γέγονε νυμφαγωγός.