Ancient Greek
ΟΜΙΛΙΑ ΞΒʹ Καὶ εἶδεν Ἰούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾖ ὄνομα Σαύα, καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἤρ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-57
Not analysed yet
Μὴ τοίνυν ἁπλῶς παρατρέχωμεν τὰ ἐν ταῖς θείαις Γραφαῖς κείμενα, μηδὲ ἐξεπιπολῆς τοῖς λεγομένοις προσέχωμεν, ἀλλ' εἰς τὸ βάθος ἑαυτοὺς καθέντες, καὶ τὸν ἐναποκείμενον πλοῦτον καταμαθόντες, δοξάζωμεν τὸν ἡμέτερον Δεσπότην, τὸν μετὰ τοσαύτης σοφίας ἅπαντα οἰκονομοῦντα. Εἰ γὰρ μὴ τὸν σκοπὸν καὶ τὴν αἰτίαν ἑκάστου τῶν γινομένων ἐξετάζειν βουλοίμεθα, οὐ μόνον ταύτης κατηγορήσομεν, ὡς τῷ πενθερῷ αὐτῆς μιγείσης, ἀλλὰ καὶ τὸν Ἀβραὰμ αἰτιασόμεθα, ὡς παιδοκτόνον τῇ γνώμῃ γεγενημένον, καὶ τὸν Φινεὲς, ὡς κατ' αὐτὸν δύο φόνους ἐργασάμενον. Ἐὰν δὲ ἑκάστου τὴν αἰτίαν ἀκριβῶς καταμάθωμεν, κἀκείνους μέμψεως ἀπαλλάξομεν, καὶ αὐτοὶ πολλὴν ἐκεῖθεν τὴν ὠφέλειαν καρπωσόμεθα. Ἀλλὰ τὰ μὲν κατὰ τὴν ἱστορίαν ταύτην, ὡς ἡμῖν οἷόν τε ἦν, διεξεληλύθαμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Εἰ δὲ μὴ ἀπεκάμετε, καὶ βούλεσθε, καὶ τῶν ἑξῆς ἐφαψόμεθα, καὶ πάλιν ἐπὶ τὴν κατὰ τὸν θαυμαστὸν Ἰωσὴφ διήγησιν ἥξομεν, ἵνα μάθητε καὶ ἐκ τῶν σήμερον λεγομένων, ὅσα ὁ γενναῖος οὗτος ἀθλητὴς μετὰ τὰ ὀνείρατα ἐκεῖνα, τὰ τὴν βασιλείαν αὐτῷ μηνύοντα καὶ τὴν κατὰ τῶν ἀδελφῶν ἀρχὴν, ὑπέμεινε, καὶ ὅπως ἀπὸ ἀγώνων ἀγῶνες αὐτὸν διεδέχοντο, καὶ πειρασμοῖς πειρασμοὶ συνήπτοντο, καὶ ἐπάλληλα ἦν τὰ ναυάγια, καὶ ὁ κυβερνήτης οὐ κατεποντίζετο, καὶ σφοδροτέρου τοῦ χειμῶνος ἐπανισταμένου, καθάπερ ἐπὶ τῶν οἰάκων καθήμενος, οὕτω τὴν ναῦν ἴθυνεν. Ἄξιον δὲ ἀκοῦσαι καὶ αὐτῶν τῶν ῥημάτων, ἵνα πάντα μετὰ ἀκριβείας μαθεῖν δυνηθῶμεν. Ἰωσὴφ δὲ, φησὶ, κατήχθη εἰς Αἴγυπτον, καὶ ἐκτήσατο αὐτὸν ὁ ἀρχιμάγειρος Φαραὼ ἐκ χειρὸς Ἰσμαηλιτῶν. Εἶτα ἐπειδὴ καὶ οἱ παρὰ τῶν ἀδελφῶν αὐτὸν ὠνησάμενοι βάρβαροί τινες καὶ ἀλλόκοτοι ἦσαν τὸ ἦθος, καὶ πάλιν αὐτοὶ τῷ Αἰγυπτίῳ τῷ ἀρχιμαγείρῳ τοῦ Φαραὼ αὐτὸν ἀπέδοντο, καὶ διαφόρους ἤμειβε δεσπότας ὁ ἐν ταῖς ἀγκάλαις τοῦ πατρὸς ἀνατραφείς· ἵνα μὴ ξενιζώμεθα πῶς ἤνεγκε τὴν μοχθηρὰν ἐκείνην δουλείαν νέος ὢν, καὶ πάσης τοιαύτης σκληραγωγίας ἄπειρος, καὶ ἐν οἰκίᾳ μετὰ πολλῆς τῆς πατρικῆς φιλοστοργίας ἀνατραφεὶς, ἐπήγαγεν ἡ Γραφὴ λέγουσα· Καὶ ἦν Κύριος μετὰ Ἰωσὴφ, καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων. Τί ἐστι, Καὶ ἦν Κύριος μετὰ Ἰωσήφ; Συμπαρῆν αὐτῷ, φησὶν, ἡ ἄνωθεν χάρις, καὶ αὐτὴ αὐτῷ πάντα τὰ δυσχερῆ ἐξευμάριζεν. Αὕτη πάντα τὰ κατ' αὐτὸν ᾠκονόμει· αὕτη καὶ τοὺς ἐμπόρους ἐκείνους ἡμερωτέρους αὐτῷ κατέστησε, καὶ ἀποδόσθαι τῷ ἀρχιμαγείρῳ κατηνάγκασεν, ἵνα ὁδῷ προβαίνων οὕτω κατὰ μικρὸν, καὶ διὰ τῶν πειρασμῶν τούτων ὁδεύων ἐπὶ τὸν τῆς βασιλείας θρόνον ἀνελθεῖν δυνηθῇ. Ἀλλὰ σὺ, ἀγαπητὲ, ἀκούων ὅτι ὑπέμεινε τὴν δουλείαν τὴν παρὰ τοῖς ἐμπόροις, εἶτα διεδέξατο ἡ δουλεία τοῦ ἀρχιμαγείρου, λογίζου, πῶς οὐκ ἐταράττετο, οὐδὲ διελογίζετο καθ' ἑαυτὸν καὶ ἠπόρει καὶ ἔλεγε· Τίς ἡ τῶν ὀνειράτων ἐκείνων ἀπάτη ἡ τοσαύτην τὴν περιφάνειάν μοι μηνύουσα; Ἰδοὺ γὰρ μετὰ τὰ ὀνείρατα ἐκεῖνα δουλεία, καὶ δουλεία χαλεπὴ, καὶ δεσπότας ἀμείβω, ἀπὸ τούτου πρὸς ἐκεῖνον, καὶ ἀπ' ἐκείνου πρὸς τοῦτον, καὶ ἀναγκάζομαι ἔθεσιν ἀλλοκότοις συναναμίγνυσθαι. Ἆρα μὴ ἐγκατελείφθημεν; ἆρα μὴ παρώφθημεν παρὰ τῆς ἄνωθεν ῥοπῆς; Οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ' ἔφερε πάντα πράως καὶ γενναίως. Ἦν γὰρ Κύριος μετὰ Ἰωσὴφ, καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων Τί ἐστιν, Ἐπιτυγχάνων. Πάντα αὐτῷ κατευώδου, πανταχοῦ προωδοποίει αὐτῷ ἡ ἄνωθεν χάρις, καὶ οὕτω φανερὰ ἦν ἡ ἐπανθοῦσα αὐτῷ χάρις, ὡς καὶ τῷ δεσπότῃ αὐτοῦ τῷ ἀρχιμαγείρῳ κατάδηλον τοῦτο γενέσθαι. ᾜδει γὰρ, φησὶν, ὁ κύριος αὐτοῦ, ὅτι Κύριος ἦν μετ' αὐτοῦ, καὶ πάντα ὅσα ἂν ποιῇ, Κύριος εὐοδοῖ ἐν ταῖς χερσὶν αὐτοῦ. Εὗρε δὲ Ἰωσὴφ χάριν ἐναντίον τοῦ κυρίου αὐτοῦ, καὶ κατέστησεν αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ, καὶ πάντα ὅσα ἦν αὐτῷ ἔδωκε διὰ χειρὸς Ἰωσήφ. Εἶδες ὅσον ἐστὶν ὑπὸ τῆς ἄνωθεν βοηθεῖσθαι δεξιᾶς; Ἰδοὺ γὰρ καὶ νέος καὶ ξένος καὶ αἰχμάλωτος καὶ δοῦλος, καὶ πᾶσαν ἐγχειρίζεται παρὰ τοῦ δεσπότου τὴν οἰκίαν. Καὶ πάντα διὰ χειρὸς αὐτοῦ δέδωκε, φησί. Διὰ τί; Ἐπειδὴ μετὰ τῆς ἄνωθεν συνεργίας καὶ τὸν οἰκεῖον τρόπον εἰσήνεγκεν. Εὐηρέστει γὰρ αὐτῷ, φησὶν, ἀντὶ τοῦ, Μετὰ πολλῆς εὐνοίας ἅπαντα διεπράττετο. Εἶτα βουλόμενος αὐτὸν ὁ φιλάνθρωπος Θεὸς ἐν πλείονι καταστῆσαι ἀδείᾳ, οὐκ ἀπήλλαξε τῆς δουλείας, οὐδὲ ἐν ἐλευθερίᾳ παρεσκεύασεν εἶναι. Τοῦτο γὰρ αὐτῷ ἔθος ἀεὶ, τοὺς ἐναρέτους ἄνδρας οὐκ ἀπαλλάττειν τῶν κινδύνων, οὐδὲ ἐλευθεροῦν τῶν πειρασμῶν, ἀλλ' ἐν αὐτοῖς τοῖς πειρασμοῖς τοσαύτην ἐπιδείκνυσθαι τὴν οἰκείαν ῥοπὴν, ὡς αὐτοὺς τοὺς πειρασμοὺς ὑπόθεσιν αὐτοῖς ἑορτῆς γίνεσθαι. Διὰ τοῦτο καὶ ὁ μακάριος Δαυῒδ ἔλεγεν· Ἐν θλίψει ἐπλάτυνάς με. Οὐχὶ τὴν θλίψιν ἀπήλασας, φησὶν, οὐδὲ ταύτης ἀπαλλάξας ἐν ἀνέσει με εἶναι πεποίηκας, ἀλλ' ὅπερ ἐστὶ θαυμαστὸν καὶ παράδοξον, ἐν μέσῳ τῶν θλίψεων τυγχάνοντα ἐν ἀδείᾳ εἶναι παρεσκεύασας. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ ὁ φιλάνθρωπος Δεσπότης. Εὐλόγησε γὰρ τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ τὸν Ἰωσήφ. Καὶ ἐμάνθανε λοιπὸν καὶ ὁ βάρβαρος, ὅτι τῶν ᾠκειωμένων ἐστὶ τῷ Θεῷ ὁ νομιζόμενος οἰκέτης, Καὶ ἐπέτρεψε, φησὶν, ἅπαντα ὅσα ἦν αὐτῷ διὰ χειρὸς Ἰωσήφ· καὶ οὐκ ᾔδει οὐδὲν, πλὴν τοῦ ἄρτου οὗ ἤσθιε. Μονονουχὶ δεσπότην αὐτὸν κατέστησε πάσης τῆς ἑαυτοῦ οἰκίας. Καὶ ἦν ὁ δοῦλος, ὁ αἰχμάλωτος ὑπὸ τὴν ἑαυτοῦ χεῖρα ἔχων πάντα τὰ τοῦ δεσπότου. Τοσοῦτόν ἐστιν ἀρετή· ὅπου γὰρ ἐὰν αὕτη φανῇ, πάντων περιγίνεται καὶ κρατεῖ. Ὥσπερ γὰρ τοῦ φωτὸς ἀνατείλαντος ἀπελαύνεται τὸ σκότος, οὕτω καὶ νῦν τῆς ἀρετῆς φανείσης ἐκποδὼν πᾶσα κακία γίνεται.