Ancient Greek
ΟΜΙΛΙΑ Ζʹ Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 3.1-6
Not analysed yet
Ἀλλ' εἰ καὶ πρότερον ταῦτά τις ὑπὸ τῆς συνηθείας ἑλκόμενος ἀδιαφόρως ἐφθέγξατο, νῦν, παρακαλῶ, δεξάμενος ἡμῶν τὴν νουθεσίαν, παυέσθω τῶν ἀκαίρων τούτων λόγων, καὶ οὕτως ἅπαντα πράττειν σπουδαζέτω, ὡς μήτε ὑπὸ τοῦ ἀκοιμήτου ἐκείνου ὀφθαλμοῦ κατακρίνεσθαι, μήτε ὑπὸ τοῦ συνειδότος καταγινώσκεσθαι, μήτε ὑπὸ τῶν εἰς αὐτὸν ὁρώντων βλασφημίας κινεῖσθαι κατὰ τοῦ Δεσπότου. Ἐὰν γὰρ μετὰ τοσαύτης φυλακῆς τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, πολλῆς ἀπολαυσόμεθα καὶ τῆς παρὰ τοῦ Δεσπότου φιλανθρωπίας, καὶ διαφευξόμεθα τοῦ διαβόλου τὰς μηχανάς. Ὅταν γὰρ ἴδῃ ἡμᾶς οὕτω νήφοντας καὶ ἐγρηγορότας, ἐννοῶν ὡς ἀνονήτοις ἐπιχειρήσειε, καλυψάμενος ἀποστήσεται. Ἀλλὰ τῶν μὲν προοιμίων ἅλις· φέρε δὴ λοιπὸν τὰ ἀναγνωσθέντα προθέντες ἐπὶ τῆς ὑμετέρας ἀγάπης, τὴν πνευματικὴν ὑμῖν παραθῶμεν ἑστίασιν, καὶ ἴδωμεν μαθόντες τί καὶ σήμερον ὁ μακάριος Μωϋσῆς, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τούτου γλώττης ἡμᾶς διδάξαι βούλεται. Τί οὖν φησι; Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Καὶ ἐγένετο οὕτως. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς τάξει τινὶ καὶ ἀκολουθίᾳ πᾶσαν τὴν δημιουργίαν ἡμᾶς διδάσκει. Πρότερον ἐδίδαξεν ἡμᾶς πῶς τὴν γῆν εἰς τὴν τῶν καρπῶν γένεσιν τῷ αὐτοῦ ἐπιτάγματι διήγειρεν· εἶτα τὴν δημιουργίαν τῶν δύο φωστήρων διδάξας, προσέθηκεν καὶ τὴν τῶν ἀστέρων ποικιλίαν, δι' ὧν τοῦ οὐρανοῦ φαιδρότερον τὸ κάλλος εἰργάσατο· σήμερον λοιπὸν μεταβαίνει ἐπὶ τὰ ὕδατα, καὶ δείκνυσιν ἡμῖν, τῷ λόγῳ αὐτοῦ καὶ τῷ ἐπιτάγματι ζῶα ἔμψυχα ἐξ αὐτῶν ἀναδιδόμενα. Ἐξαγαγέτω γὰρ, φησὶ, τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Ποῖος λόγος, εἰπέ μοι, ἐφικέσθαι δυνήσεται τοῦ θαύματος; ποία ἀρκέσει γλῶττα πρὸς εὐφημίαν τοῦ δημιουργοῦ; Εἶπε μόνον, Βλαστησάτω ἡ γῆ, καὶ εὐθέως πρὸς τὰς ὠδῖνας αὐτὴν διήγειρε· νῦν λέγει, Ἐξαγαγέτω τὰ ὕδατα. Ὅρα πῶς κατάλληλα αὐτοῦ τὰ προστάγματα· ἐκεῖ, Βλαστησάτω, ἐνταῦθα, Ἐξαγαγέτω τὰ ὕδατα, φησὶ, ἑρπετὰ ψυχῶν ζωσῶν. Καθάπερ γὰρ ἐπὶ τῆς γῆς εἶπε μόνον, Βλαστησάτω, καὶ διάφορος καὶ ποικίλη τῶν ἀνθῶν ἡ ποικιλία, καὶ τῶν βοτανῶν, καὶ τῶν σπερμάτων ἐδόθη, καὶ ἑνὶ λόγῳ τὰ πάντα παρήχθη· οὕτω καὶ ἐνταῦθα εἶπεν, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἀθρόον τοσαῦτα γένη ἑρπετῶν, τοσαύτη διαφορὰ πετεινῶν ἐδημιουργεῖτο, ὅσην οὐδὲ τῷ λόγῳ ἀπαριθμήσασθαι δυνατόν. Καὶ τὸ μὲν ῥῆμα βραχὺ, καὶ ῥῆμα ἓν, τὰ δὲ γένη τῶν ζώων διάφορα καὶ ποικίλα. Ἀλλὰ μὴ ξενισθῇς, ἀγαπητέ· ῥῆμα γὰρ ἦν Θεοῦ, καὶ ὁ λόγος αὐτοῦ τὴν σύστασιν τοῖς γινομένοις ἐχαρίσατο. Ὁρᾷς πῶς ἅπαντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει; εἶδες διδασκαλίας ἀκρίβειαν; εἶδες συγκατάβασιν Δεσπότου, ὅσην ἐπιδείκνυται περὶ τὸ γένος τὸ ἡμέτερον; Πόθεν γὰρ ταῦτα ἡμεῖς οὕτω μετὰ ἀκριβείας μαθεῖν ἂν ἠδυνήθημεν, εἰ μὴ αὐτὸς διὰ πολλὴν καὶ ἄφατον φιλανθρωπίαν κατηξίωσε διὰ τῆς τοῦ προφήτου γλώττης διδάξαι τὴν τῶν ἀνθρώπων φύσιν, ἵνα εἰδέναι ἔχωμεν καὶ τῶν δημιουργηθέντων τὴν τάξιν, καὶ τοῦ δημιουργήσαντος τὴν δύναμιν, καὶ ὅπως ὁ λόγος αὐτοῦ ἔργον ἐγένετο, καὶ τὸ ῥῆμα αὐτοῦ τὴν σύστασιν καὶ τὴν εἰς τὸ εἶναι πάροδον αὐτοῖς ἐχαρίσατο;