Ancient Greek · ~14 min
ΟΜΙΛΙΑ Βʹ Εἰς τὴν ἀρχὴν τῆς κτίσεως· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-2
Not analysed yet
Εἰ δὲ ἐπιμένοιεν οἱ τῆς ἀληθείας ἐχθροὶ λέγοντες, ἀδύνατον εἶναι ἐξ οὐκ ὄντων τι παραχθῆναι, ἐρώμεθα αὐτούς· ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς ἐπλάσθη, ἢ ἑτέρωθέν ποθεν; Πάντως ἐροῦσιν, ὅτι ἐκ γῆς, καὶ συνομολογήσουσιν. Εἰπάτωσαν οὖν ἡμῖν, πῶς ἐκ γῆς σαρκὸς ἐγένετο φύσις. Ἀπὸ γῆς γὰρ πηλὸς, καὶ πλίνθος, καὶ κέραμος, καὶ ὄστρακον ἂν γένοιτο· πῶς οὖν σαρκὸς ἐγένετο φύσις; πῶς ὀστᾶ, καὶ νεῦρα, καὶ ἀρτηρίαι, καὶ πιμελὴ, καὶ δέρμα, καὶ ὄνυχες, καὶ τρίχες, καὶ ἐκ μιᾶς ὑποκειμένης ὕλης διαφόρων οὐσιῶν ποιότητες; Ἀλλ' οὐκ ἂν δυνηθεῖεν πρὸς ταῦτα διᾶραι στόμα ποτέ. Τί δὲ λέγω περὶ τοῦ σώματος τοῦ ἡμετέρου; Περὶ τοῦ ἄρτου, οὗ καθ' ἑκάστην ἡμέραν σιτούμεθα, εἰπάτωσαν ἡμῖν, πῶς μονοειδὴς ὢν μεταβάλλεται εἰς αἷμα καὶ φλέγμα καὶ χολὴν, καὶ διαφόρους χυμούς. Καὶ ὁ μὲν σιτόχρους πολλάκις ἐστί· τὸ δὲ αἷμα πυῤῥὸν ἢ μέλαν. Εἰ τοίνυν ταῦτα τὰ καθ' ἑκάστην ἡμέραν πρὸ τῶν ὀφθαλμῶν ὁρώμενα εἰπεῖν ἡμῖν οὐκ ἂν δύναιντό ποτε, σχολῇ γ' ἂν εἴποιεν περὶ τῶν ἄλλων τοῦ Θεοῦ δημιουργημάτων. Ἀλλ' εἰ καὶ μετὰ τοσαύτην τῶν ἀποδείξεων περιουσίαν ἐπιμένοιεν τὴν οἰκείαν φιλονεικίαν κρατύνειν βουλόμενοι, ἡμεῖς μηδὲ οὕτω παυσόμεθα τὰ αὐτὰ πάλιν πρὸς αὐτοὺς λέγοντες· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τοῦτο γὰρ ἱκανὸν μόνον τὸ ῥῆμα πάντας τῶν ἐναντίων τοὺς πύργους καταβαλεῖν, καὶ πάντας τοὺς ἀνθρωπίνους λογισμοὺς ἐξ αὐτῶν τῶν βάθρων ἀνασπάσαι· καὶ εἰ βουληθεῖεν ὀψέ ποτε τῆς φιλονεικίας ἀποσχέσθαι, πρὸς τὴν τῆς ἀληθείας ὁδὸν αὐτοὺς χειραγωγῆσαι δυνήσεται. Ἡ δὲ γῆ ἦν, φησὶν, ἀόρατος καὶ ἀκατασκεύαστος. Τίνος ἕνεκεν, εἰπέ μοι, τὸν μὲν οὐρανὸν φαιδρὸν καὶ ἀπηρτισμένον παρήγαγε, τὴν δὲ γῆν ἀμόρφωτον ἔδειξεν; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο πεποίηκεν, ἀλλ' ἵνα, ἐν τῷ βελτίονι μέρει τῆς κτίσεως μαθὼν αὐτοῦ τὴν δημιουργίαν, μηδὲν ἀμφιβάλῃς λοιπὸν, μηδὲ νομίσῃς δι' ἀσθένειαν δυνάμεως τοῦτο γενέσθαι. Ἄλλως τε καὶ δι' ἕτερον τρόπον ἀμόρφωτον αὐτὴν παρήγαγεν. Ἐπειδὴ γὰρ αὐτὴ καὶ τροφὸς καὶ μήτηρ ἡμῶν ἐστι, καὶ ἐξ αὐτῆς καὶ γεγόναμεν καὶ τρεφόμεθα, καὶ αὐτὴ ἡμῖν καὶ πατρὶς καὶ κοινὸς τάφος γίνεται, καὶ πρὸς αὐτὴν πάλιν ἐπάνοδος, καὶ τῶν μυρίων ἀγαθῶν δι' αὐτῆς ἀπολαύομεν· ἵνα μὴ διὰ τὸ τῆς χρείας ἀναγκαῖον ὑπὲρ τὴν ἀξίαν αὐτὴν τιμήσωσι τὸ τῶν ἀνθρώπων γένος, δείκνυσι σοι αὐτὴν πρότερον ἀμόρφωτον καὶ ἀδιατύπωτον, ἵνα μὴ τῇ φύσει τῆς γῆς τὰς ἐξ αὐτῆς εὐεργεσίας λογίσῃ, ἀλλὰ τῷ ταύτην ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντι. Διὰ τοῦτό φησιν· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Τάχα εὐθὺς καὶ ἐκ προοιμίων κατετείναμεν ὑμῶν τὴν διάνοιαν τοῖς λεπτοτέροις νοήμασι· διὸ προσήκει μέχρι τούτου στῆσαι τὸν λόγον, παρακαλέσαντας ὑμῶν τὴν ἀγάπην μεμνῆσθαι τῶν εἰρημένων, καὶ ἀεὶ τούτων ἔναυλον ἔχειν τὴν μνήμην, καὶ μετὰ τῆς αἰσθητῆς τραπέζης, ἐπειδὰν ἐντεῦθεν ἐξέλθητε, παρατίθετε καὶ τὴν πνευματικὴν τράπεζαν. Καὶ λεγέτω μέν τινα τῶν ἐνταῦθα λεχθέντων ὁ ἀνήρ· ἀκουέτω δὲ ἡ γυνὴ, μανθανέτωσαν δὲ καὶ οἱ παῖδες, διδασκέσθωσαν δὲ καὶ οἱ οἰκέται, καὶ ἐκκλησία λοιπὸν γενέσθω ἡ οἰκία, ἵνα φυγαδεύηται μὲν ὁ διάβολος καὶ δραπετεύῃ ὁ πονηρὸς δαίμων ἐκεῖνος, καὶ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας· ἐπαναπαύηται δὲ αὐτόθι ἡ τοῦ ἁγίου Πνεύματος χάρις, καὶ πᾶσα εἰρήνη καὶ ὁμόνοια περιστοιχίζῃ τοὺς ἐνοικοῦντας. Ἐὰν γὰρ τῶν ἤδη πρότερον ῥηθέντων μνημονεύητε, καὶ τὰ μετὰ ταῦτα καταβαλλόμενα προθυμότερον δέξησθε, καὶ ἡμεῖς μετὰ πλείονος τῆς προθυμίας καὶ τῆς δαψιλείας ἐροῦμεν τὰ ὑπὸ τῆς τοῦ Θεοῦ χάριτος χορηγούμενα, ἐπειδὰν ἴδωμεν τῶν ἤδη καταβληθέντων τὴν βλάστην. Ἐπεὶ καὶ γηπόνος ὅταν ἴδῃ τὰ σπέρματα φυόμενα, μετὰ πολλῆς τῆς προθυμίας περισκοπῶν τὰς ἀρούρας, ἑτοίμως καὶ ἕτερα καταβάλλειν ἐπείγεται.