Ancient Greek
ΟΜΙΛΙΑ Κʹ Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδὲμ, καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-20
Not analysed yet
Εἶδες δικαστοῦ φιλανθρωπίαν; Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων δικαστηρίων, ὅταν τις τοῦτο ποιῆσαι καταδέξηται, καὶ τοὺς ἐλέγχους προλαβὼν ὁμολογήσῃ τὰ εἰργασμένα, τὰς μὲν βασάνους καὶ τὰς ἐπαλλήλους τιμωρίας ἴσως διαφυγεῖν δυνήσεται, καὶ ταῦτα εἰ ἡμέρου τινὸς ἐπιτύχῃ δικαστοῦ, τὴν μέντοι ἀπόφασιν τὴν πρὸς θάνατον ἀπάγουσαν πάντως δέχεται· ἐπὶ δὲ τοῦ φιλανθρώπου Θεοῦ καὶ τοῦ ἰατροῦ τῶν ἡμετέρων ψυχῶν ἄφατος ἡ ἀγαθότης, καὶ πάντα λόγον ὑπερβαίνουσα ἡ φιλοτιμία. Ἐὰν γὰρ προλαβόντες τὸν ἀντίδικον τὸν ἡμέτερον, τὸν διάβολον λέγω, τὸν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ κατὰ πρόσωπον ἡμῶν ἱστάμενον, καὶ ἤδη ἐν τῷ παρόντι βίῳ, πρὸ τῆς εἰς τὸ δικαστήριον εἰσόδου, ὁμολογήσωμεν τὰ πεπραγμένα, καὶ τὴν πρωτολογίαν ἁρπάσωμεν, καὶ αὐτοὶ ἑαυτῶν κατήγοροι γενώμεθα, εἰς τοσαύτην φιλανθρωπίαν ἐκκαλεσόμεθα τὸν Δεσπότην, ὡς μὴ μόνον τὴν ἐλευθερίαν τῶν ἡμαρτημένων ἡμῖν δωρήσασθαι, ἀλλὰ καὶ εἰς τὸν τῶν δικαίων κατάλογον ἡμᾶς καταριθμῆσαι. Εἰ γὰρ ὁ Λάμεχ οὗτος, μήτε νόμου δεδομένου τοῦ διδάσκειν δυναμένου, μήτε προφητῶν ἀκούσας, μήτε ἑτέρας τινὸς παραινέσεως, ἀπὸ τοῦ ἐγκειμένου τῇ φύσει κριτηρίου συνειδὼς ἅπερ ἐτόλμησε, καὶ εἰς μέσον ἤγαγε τὰ εἰργασμένα, καὶ ἑαυτοῦ κατεψηφίσατο· πῶς ἡμεῖς δυνησόμεθα ἀπολογίας τινὸς τυχεῖν μὴ κατὰ πάσης σπουδῆς τὰ ἡμέτερα τραύματα ἐπιδεικνύντες τῷ Δεσπότῃ, καὶ παρ' αὐτοῦ τὴν τούτων ἰατρείαν δεχόμενοι; Ὅπερ εἰ μὴ νῦν ποιήσαιμεν, ὅτε νηστείας καιρὸς, ὅτε τοσαύτη τῶν λογισμῶν ἡ γαλήνη, ὅτε πᾶσα τρυφὴ ἐκποδών· πότε δυνησόμεθα εἰς ἔννοιαν ἐλθεῖν τῶν ἡμῖν πεπραγμένων; Διὸ παρακαλῶ πάντοτε μὲν νήφειν καὶ ἐγρηγορέναι, καὶ τὴν παροῦσαν ζωὴν ἅπασαν εἰς τοῦτο καταδαπανᾷν, ἵνα τῇ προσεδρίᾳ δυνηθῶμεν τὴν ἀφόρητον ἐκείνην κόλασιν διαφυγεῖν, καὶ ἐκτὸς γενέσθαι τοῦ τῆς γεέννης πυρός. Μάλιστα δὲ νῦν μετὰ πλείονος τῆς σπουδῆς τοῦτο δεῖ ποιεῖν, ὅτε διὰ τὸν τῆς νηστείας καιρὸν καὶ πλείονος καὶ συνεχοῦς ἀπολαύετε τῆς διδασκαλίας. Ἔγνω δὲ, φησὶν, Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, λέγουσα· Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Μέχρι τοῦ Λάμεχ τὴν γενεαλογίαν στήσασα ἡ θεία Γραφὴ, ἐπανῆλθε πάλιν ἐπὶ τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ, καί φησιν· Ἔγνω δὲ Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, λέγουσα· Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Ἔτεκε, φησὶν, υἱὸν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ· καὶ οὐκ ἀρκεσθεῖσα ἡ μήτηρ τῇ τεθείσῃ προσηγορίᾳ, φησίν· Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Ὅρα καὶ τὴν μητέρα, ὅπως διὰ τῆς προσηγορίας τοῦ τεχθέντος παιδίου τὴν μνήμην τῆς πονηρᾶς ἐκείνης πράξεως διηνεκῆ ἐναποτίθεται, καὶ ἵνα καὶ οἱ εἰς τὰς ἑξῆς γενεὰς εἰδέναι ἔχωσι τὸ τολμηθὲν ὑπὸ τοῦ Κάϊν, φησίν· Ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Ὀδυνωμένης ψυχῆς τὸ ῥῆμα, συγχεομένης ὑπὸ τῆς μνήμης τοῦ γεγονότος, καὶ εὐχαριστούσης μὲν ὑπὲρ τοῦ τεχθέντος, μονονουχὶ δὲ στηλιτευούσης ἐκεῖνον διὰ τῆς τοῦ παιδὸς προσηγορίας. Καὶ γὰρ ἀληθῶς οὐ τὸ τυχὸν πένθος εἰργάσατο τοῖς γονεῦσι, τὴν ἑαυτοῦ δεξιὰν ὁπλίσας κατὰ τοῦ ἀδελφοῦ, καὶ τὸν ποθεινὸν καὶ ἐπέραστον δείξας αὐτοῖς χαμαὶ ἐῤῥιμμένον, νεκρὸν καὶ ἀναίσθητον. Εἰ γὰρ καὶ τὸ ἐπιτίμιον ἐδέξατο ὁ Ἀδὰμ, Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· καὶ, Ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε· ἀλλ' ὅμως ἐν ῥήμασιν ἦν τέως τὰ τῆς ἀποφάσεως, καὶ οὐδέπω ᾔδεισαν, τί ἦν τοῦ θανάτου τὸ εἶδος, ἀλλ' οὗτος προλαβὼν διὰ τὸ μῖσος τὸν ἀδελφὸν, καὶ τὸν φθόνον τὸν ἔνδοθεν αὐτὸν τήκοντα, ἐπὶ σφαγὴν ὥρμησε τοῦ Ἄβελ, καὶ δεινὸν θέαμα παρέσχε τοῖς γονεῦσιν ἰδεῖν. Διά τοι τοῦτο ἡ μήτηρ μικρὸν ἀνανεύσασα, καὶ μόλις ὀψέ ποτε τοῦ ἀφορήτου πένθους ἐκείνου παραμυθίαν εὑρεῖν δυνηθεῖσα διὰ τοῦ τεχθέντος παιδὸς, καὶ τὴν εὐχαριστίαν ἀναφέρει τῷ Δεσπότῃ, καὶ τοῦ ἀδελφοκτόνου στηλιτεύει τὴν πρᾶξιν, ταύτην αὐτῷ καὶ αὐτὴ μεγίστην τιμωρίαν ἐπάγουσα, τὸ διηνεκῆ τὴν μνήμην ἐναποθέσθαι τῷ παρ' αὐτοῦ γεγενημένῳ. Εἴδετε ὅσον κακόν ἐστιν ἁμαρτία; πῶς εἰς αἰσχύνην καὶ ὄνειδος προτίθησι τοὺς ταύτην εἰργασμένους; εἴδετε πῶς τῆς ἄνωθεν χάριτος διὰ ταύτην γυμνὸς γέγονε, καὶ ἅπασι προκείμενος εἰς καταγέλωτα; εἴδετε πῶς καὶ τοῖς γονεῦσι τοῖς ὑπὸ τῆς φύσεως αὐτῆς ὠθουμένοις εἰς φιλοστοργίαν βδελυκτὸς κατέστη διὰ τὴν κακὴν ἐπιχείρησιν; Φεύγωμεν τοίνυν, παρακαλῶ, τὴν ἁμαρτίαν τὴν τοσούτοις ἡμᾶς περιβάλλουσαν κακοῖς, καὶ τὴν ἀρετὴν ἑλώμεθα, ἵνα καὶ τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώμεθα, καὶ τὴν κόλασιν διαφύγωμεν. Καὶ τῷ Σὴθ, φησὶν, ἐγένετο υἱός· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Ἐνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. Ὅρα πῶς κατὰ μικρὸν λοιπὸν παιδεύονται ταῖς προσηγορίαις τῶν τικτομένων ἐναποτίθεσθαι τῆς οἰκείας εὐγνωμοσύνης τὴν ἀπόδειξιν. Καὶ οὗτος γὰρ, φησὶν, ὁ Σὴθ, γεννήσας υἱὸν, ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἐνώς. Εἶτα ἑρμηνεῦσαι ἡμῖν βουλομένη ἡ θεία Γραφὴ τοῦ ὀνόματος τὴν προσηγορίαν, φησίν· Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. Καὶ γὰρ ἐκ τούτου λοιπὸν τὴν ἀρχὴν μέλλει ποιεῖσθαι ὁ μακάριος προφήτης τῆς γενεαλογίας, τοῦ Κάϊν τὴν μνήμην ἀποπεμψάμενος, καὶ τῶν ἐξ αὐτοῦ μέχρι τοῦ Λάμεχ γεγονότων, καὶ ἐπειδὴ τὴν ἀπὸ τῆς φύσεως αὐτῷ προεδρίαν χαρισθεῖσαν, τὴν τῶν πρωτοτόκων λέγω, τῇ κακίᾳ τῆς προαιρέσεως ἐλυμήνατο, ἐκβάλλεται μὲν αὐτὸς, καὶ οἱ ἐξ αὐτοῦ, τοῦ καταλόγου· ὁ δὲ Σὴθ λοιπὸν ὅπερ οὐκ εἶχεν ἀπὸ τῆς φύσεως, τούτου διὰ τὴν τῆς προαιρέσεως εὐγνωμοσύνην ἀξιοῦται, καὶ εἰς τοῦτον μεθίσταται λοιπὸν τὰ τῆς πρωτοτοκίας, εἰ καὶ μὴ διὰ τὴν φύσιν, ἀλλὰ διὰ τὴν τῆς προαιρέσεως γνώμην, καὶ οἱ ἐκ τούτου τικτόμενοι τῆς γενεαλογίας ἀξιοῦνται. Καὶ ὥσπερ οὗτος Ἐνὼς ἐκλήθη διὰ τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ, οὕτω καὶ οἱ ἐκ τούτου λοιπὸν τὸ γένος καταγόμενοι τῆς αὐτῆς ἀξιοῦνται προσηγορίας. Διὰ τοῦτο καὶ ὁ μακάριος οὗτος προφήτης ἐνταῦθα στήσας τὴν διήγησιν πάλιν ἀρχὴν ἑτέραν ποιεῖται.