Ancient Greek · ~15 min
ΟΜΙΛΙΑ Γʹ Εἰς τὰ ὑπόλοιπα τοῦ, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» ἕως τοῦ, »Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-3
Not analysed yet
Τί γὰρ ἂν εἴη ἀθλιώτερον καὶ ἀνοητότερον τῶν ταῦτα λέγειν ἐπιχειρούντων, καὶ αὐτόματα φασκόντων γεγενῆσθαι τὰ ὄντα, καὶ τῆς τοῦ Θεοῦ προνοίας ἀποστερούντων τὴν πᾶσαν δημιουργίαν; Πῶς γὰρ ἂν ἔχοι λόγον, εἰπέ μοι, τὰ τοσαῦτα στοιχεῖα, καὶ τὴν τοσαύτην διακόσμησιν ἄνευ τινὸς τοῦ κυβερνῶντος καὶ τὰ πάντα κρατοῦντος ἡνιοχεῖσθαι; Καὶ ναῦς μὲν οὐκ ἄν ποτε δυνηθείη κυβερνήτου χωρὶς τὰ τῆς θαλάττης κύματα διαδραμεῖν, οὐδὲ στρατιώτης ἐργάζεσθαί τι γενναῖον μὴ τοῦ στρατηγοῦντος ἐφεστῶτος, οὐδὲ οἰκία συνεστάναι μὴ τοῦ ταύτην οἰκονομοῦντος παρόντος, ὁ δὲ ἄπειρος οὗτος κόσμος, καὶ ἡ τῶν στοιχείων τούτων διακόσμησις ἁπλῶς καὶ ὡς ἔτυχε φέρεσθαι ἠδύνατο, μή τινος ὄντος τοῦ ἡνιοχεῖν τὰ πάντα δυναμένου, καὶ κατὰ τὴν οἰκείαν σοφίαν συνέχοντος καὶ διαβαστάζοντος ἅπαντα τὰ ὁρώμενα; Ἀλλὰ τί περαιτέρω φιλονεικοῦμεν ταῦτα δεικνύειν ἐκείνοις, ἃ, κατὰ τὴν παροιμίαν, καὶ τυφλοῖς δῆλα καθέστηκεν; Ὅμως μὴ διαλιμπάνωμεν προτιθέντες αὐτοῖς τὰ ἀπὸ τῆς Γραφῆς διδάγματα, καὶ πᾶσαν ποιούμενοι σπουδὴν, ὥστε καὶ τῆς πλάνης αὐτοὺς ἀπαλλάξαι, καὶ πρὸς τὴν ἀλήθειαν ἐπαναγαγεῖν. Εἰ γὰρ καὶ ἔτι τῇ πλάνῃ εἰσὶ προκατειλημμένοι, ἀλλ' ὅμως ὁμογενεῖς τυγχάνουσι, καὶ προσήκει πολλὴν αὐτῶν ποιεῖσθαι τὴν πρόνοιαν, καὶ μηδέποτε ναρκᾷν, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιμελείας τὰ παρ' ἑαυτῶν ἐπιδείκνυσθαι, καὶ κατάλληλον αὐτοῖς ἰατρείαν παρέχειν, ἵνα ὀψὲ γοῦν ποτε πρὸς τὴν ἀληθῆ ὑγίειαν ἐπανέλθωσιν. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ περισπούδαστον, ὡς ψυχῆς σωτηρία. Καὶ βοᾷ Παῦλος λέγων, Ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ πάλιν αὐτὸς ὁ Θεός φησιν· Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Διὰ γὰρ τοῦτο καὶ τὴν κτίσιν ταύτην ἅπασαν παρήγαγε, καὶ ἡμᾶς ἐδημιούργησεν, οὐχ ἵνα ἀπολώμεθα, οὐδὲ ἵνα εἰς κόλασιν ἡμᾶς παραπέμψῃ, ἀλλ' ἵνα σώσῃ, καὶ τῆς πλάνης ἐλευθερώσας τῆς βασιλείας τὴν ἀπόλαυσιν ἡμῖν δωρήσηται. Ταύτην γὰρ ἡμῖν καὶ ἡτοίμασεν, οὐ νῦν μετὰ τὸ γενέσθαι, ἀλλὰ πρὸ καταβολῆς κόσμου, καθὼς αὐτός φησι, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ὅρα φιλανθρωπίαν Δεσπότου, ὅπως καὶ πρὸ τῆς δημιουργίας, καὶ πρὶν ἢ παραγαγεῖν τὸν ἄνθρωπον, τὰ μυρία αὐτῷ ἀγαθὰ ηὐτρέπισε, δεικνὺς ὅσην πρόνοιαν ποιεῖται τοῦ γένους τοῦ ἡμετέρου, καὶ ὅτι πάντας βούλεται σωθῆναι. Τοιοῦτον τοίνυν ἔχοντες Δεσπότην, οὕτω φιλάνθρωπον, οὕτως ἀγαθὸν, οὕτως ἥμερον, καὶ τῆς οἰκείας σωτηρίας φροντίζωμεν, καὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων. Τοῦτο γὰρ ἡμῖν καὶ σωτηρίας ὑπόθεσις γενήσεται, ὅταν μὴ ὑπὲρ ἑαυτῶν μόνον σπουδάζωμεν, ἀλλ' ὅταν καὶ τὸν πλησίον ὠφελῶμεν, καὶ πρὸς τὴν τῆς ἀληθείας ὁδὸν χειραγωγῶμεν. Καὶ ἵνα μάθῃς, ὅσον ἐστὶν ἀγαθὸν τὸ δυνηθῆναι μετὰ τῆς οἰκείας σωτηρίας καὶ ἕτερον κερδᾶναι, ἄκουσον ἐκ προσώπου τοῦ Θεοῦ λέγοντος τοῦ προφήτου Ὁ ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται. Τί δὲ τοῦτό ἐστιν; Ὁ ἐκ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν, φησὶ, χειραγωγῶν, ἢ ἀπὸ τῆς κακίας πρὸς ἀρετὴν ὁδηγῶν τὸν πλησίον, κατὰ δύναμιν ἀνθρωπίνην ἐμὲ μιμεῖται. Καὶ γὰρ καὶ αὐτὸς δι' οὐδὲν ἕτερον, Θεὸς ὢν, τὴν ἡμετέραν ὑπέδυ σάρκα, καὶ διὰ τὴν σωτηρίαν τοῦ τῶν ἀνθρώπων γένους γέγονεν ἄνθρωπος. Καὶ τί λέγω, τὴν ἡμετέραν ὑπέδυ σάρκα, καὶ τὰ ἄλλα πάντα τὰ ἀνθρώπινα ὑπέμεινεν, ὅπου γε καὶ τὸν σταυρὸν κατεδέξατο, ἵνα ἡμᾶς τοὺς ὑπὸ ἁμαρτιῶν προδεδομένους τῆς κατάρας ἐλευθερώσῃ; Καὶ βοᾷ τοῦτο Παῦλος λέγων· Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Εἰ τοίνυν αὐτὸς, Θεὸς ὢν καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀποῤῥήτου τυγχάνων, διὰ φιλανθρωπίαν ἄφατον ταῦτα ἅπαντα κατεδέξατο δι' ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν· τί οὐκ ἂν εἴημεν αὐτοὶ δίκαιοι περὶ τοὺς ὁμογενεῖς ἐπιδείξασθαι καὶ τὰ μέλη τὰ ἡμέτερα, ὥστε καὶ τῆς φάρυγγος αὐτοὺς ἐξαρπάσαι τοῦ διαβόλου, καὶ πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν χειραγωγῆσαι; Ὅσῳ γὰρ ψυχὴ σώματος κρείσσων, τοσούτῳ τῶν χρήμασι βοηθούντων τοῖς δεομένοις οὗτοι μειζόνων ἀξιοῦνται τῶν ἀμοιβῶν οἱ διὰ τῆς παραινέσεως καὶ τῆς συνεχοῦς διδασκαλίας τοὺς ῥᾳθύμους καὶ ἀναπεπτωκότας ἀνάγοντες ἐπὶ τὴν εὐθεῖαν ὁδὸν, καὶ δεικνύντες τῆς μὲν κακίας τὸ δυσειδὲς, τῆς δὲ κατὰ Θεὸν ἀρετῆς τὴν πολλὴν εὐμορφίαν.