Ancient Greek · ~14 min
ΟΜΙΛΙΑ Εʹ Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-5
Not analysed yet
Ὅταν τοίνυν μάθῃς, ὅτι καὶ αὐτῷ τῷ παραγαγόντι καλὰ ὤφθη τὰ γεγενημένα, μεῖζον μὲν ἕξεις τὸ θαῦμα, οὐδὲν δὲ πλέον εἰς ἔπαινον καὶ ἐγκωμίου λόγον εἰσενεγκεῖν δυνήσῃ. Τοιοῦτον γὰρ ἔχεις Δεσπότην τοιαῦτα ἐργαζόμενον, ἃ μηδὲ τὸν παρ' ἡμῶν ἔπαινον δέξασθαι δύναται. Πῶς γὰρ ἂν δυνηθείη ἀνθρωπίνη φύσις Θεοῦ ἔργα κατ' ἀξίαν ἐπαινέσαι. ἢ ὑμνῆσαί ποτε; Καὶ θέα μοι λοιπὸν ἐνταῦθα διὰ τῶν ἐπαγομένων τοῦ εὐμηχάνου Θεοῦ τὴν ἄφατον σοφίαν. Ἐπειδὴ γὰρ φανερὸν ἡμῖν τῆς γῆς τὸ πρόσωπον ἔδειξε, λοιπὸν τῷ οἰκείῳ προστάγματι τὴν προσήκουσαν εὐμορφίαν αὐτῇ χαρίζεται, καλλωπίζων αὐτῆς τὸ πρόσωπον τῇ ποικιλίᾳ τῶν σπερμάτων. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ καθ' ὁμοιότητα, κατὰ γένος ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο οὕτως. Τί ἐστι τὸ, Καὶ ἐγένετο οὕτως; Προσέταξε, φησὶν, ὁ Δεσπότης, καὶ εὐθέως ἡ γῆ τὰς οἰκείας ὠδῖνας διεγείρουσα, πρὸς τὴν τῶν σπερμάτων βλάστην ἑαυτὴν ηὐτρέπισε. Καὶ ἐξήνεγκε, φησὶν, ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. Ἐννόει μοι ἐνταῦθα, ἀγαπητὲ, πῶς τῷ ῥήματι τοῦ Δεσπότου τὰ πάντα ἐγένετο τῇ γῇ. Οὔτε γὰρ ἄνθρωπος ἦν ὁ ἐργαζόμενος, οὐκ ἄροτρον, οὐ βοῶν συνεργία, οὐκ ἄλλη τις περὶ αὐτὴν ἐπιμέλεια, ἀλλὰ μόνον ἤκουσε τοῦ ἐπιτάγματος, καὶ εὐθέως τὰ παρ' ἑαυτῆς ἐπεδείξατο. Ἐκ τούτου μανθάνομεν, ὅτι καὶ νῦν οὐ τῶν γηπόνων ἡ ἐπιμέλεια, οὐδὲ ὁ πόνος, καὶ ἡ λοιπὴ ταλαιπωρία ἡ κατὰ τὴν γεωργίαν γινομένη τῶν καρπῶν ἡμῖν τὴν φορὰν χαρίζεται, ἀλλὰ πρὸ τούτων ἁπάντων τὸ τοῦ Θεοῦ ῥῆμα, τὸ ἐξ ἀρχῆς πρὸς αὐτὴν γενόμενον. Ἄλλως τε δὲ καὶ τὴν μετὰ ταῦτα ἀγνωμοσύνην τῶν ἀνθρώπων διορθουμένη ἡ θεία Γραφὴ, ἀκριβῶς ἡμῖν ἅπαντα διηγεῖται κατὰ τὴν τάξιν τῶν γεγονότων, ἵνα ἀναστείλῃ τῶν μάτην φθεγγομένων τὰς ἀπὸ τῶν οἰκείων λογισμῶν ληρωδίας τῶν λέγειν ἐπιχειρούντων, ὅτι τῆς τοῦ ἡλίου συνεργίας δεῖ πρὸς τὴν τῶν καρπῶν τελεσφόρησιν. Εἰσὶ δέ τινες οἳ καὶ τῶν ἄστρων τισὶ ταῦτα ἐπιγράφειν ἐπιχειροῦσι. Διὰ τοῦτο διδάσκει ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι πρὸ τῆς τῶν στοιχείων τούτων δημιουργίας, τῷ λόγῳ αὐτοῦ καὶ τῷ προστάγματι εἴκουσα ἡ γῆ πάντα τὰ σπέρματα ἐκδίδωσιν, οὐδενὸς ἑτέρου δεηθεῖσα πρὸς συνεργίαν. Ἤρκεσε γὰρ αὐτῇ ἀντὶ πάντων τὸ ῥῆμα ἐκεῖνο τὸ λέγον· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Κατακολουθοῦντες τοίνυν τῇ θείᾳ Γραφῇ, μηδέποτε ἀνεχώμεθα τῶν ἁπλῶς τὰ παριστάμενα λεγόντων. Κἂν γὰρ ἄνθρωποι τὴν γῆν ἐργάζωνται, κἂν τὴν ἀπὸ τῶν ἀλόγων συνεργίαν ἔχωσι, καὶ πολλὴν τῇ γῇ ἐπιμέλειαν ἐπιδείξωνται, κἂν ἀέρων εὐκρασία γένηται, καὶ πάντα τὰ ἄλλα συνδράμῃ, εἰ μὴ τὸ νεῦμα τοῦ Δεσπότου γένοιτο, πάντα εἰκῆ καὶ μάτην, καὶ οὐδὲν ἔσται πλέον τῶν πολλῶν πόνων καὶ καμάτων, μὴ τῆς ἄνωθεν χειρὸς συνεφαπτομένης, καὶ τὴν τελεσφόρησιν χαριζομένης τοῖς γινομένοις. Τίς οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειεν ἐννοῶν, ὅπως τοῦ Δεσπότου τὸ ῥῆμα τὸ λέγον, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, εἰς αὐτὰς τῆς γῆς τὰς λαγόνας κατελθὸν, καθάπερ πέπλῳ τινὶ θαυμαστῷ, οὕτω τῇ τῶν ἀνθῶν ποικιλίᾳ τῆς γῆς τὸ πρόσωπον κατεκόσμησε; Καὶ ἦν ἰδεῖν ἀθρόον τὴν πρότερον ἄμορφον καὶ ἀκατασκεύαστον τοσοῦτον δεξαμένην τὸ κάλλος, ὡς μικροῦ δεῖν ἁμιλλᾶσθαι τῷ οὐρανῷ. Καθάπερ γὰρ ἐκεῖνος μετ' οὐ πολὺ μέλλει κοσμεῖσθαι τῇ τῶν ἄστρων ποικιλίᾳ, οὕτω καὶ αὐτὴ τῇ διαφορᾷ τῶν ἀνθῶν οὕτως ἐκαλλωπίσατο, ὡς καὶ τὸν δημιουργὸν εἰς ἔπαινον ἄγειν· Εἶδε γὰρ, φησὶν, ὁ Θεὸς, ὅτι καλόν.