Ancient Greek
ΟΜΙΛΙΑ ϛʹ Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ ἀναμέσον τῆς νυκτὸς, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-6
Not analysed yet
Ἀλλ' οἱ Ἑλλήνων παῖδες θαυμάσαντες καὶ ἐκπλαγέντες τὸ στοιχεῖον, οὐκ ἠδυνήθησαν διαβλέψαι, καὶ τὸν παραγαγόντα ἀνυμνῆσαι, ἀλλ' ἐναπέμειναν τῷ στοιχείῳ, καὶ τοῦτο ἐθεοποίησαν· διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλός φησι, Καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Τί γὰρ ἂν αὐτῶν ἀνοητότερον γένοιτ' ἂν, μὴ δυνηθέντων ἐκ τοῦ δημιουργήματος τὸν δημιουργὸν καταμαθεῖν, ἀλλὰ τοσαύτην πλάνην πλανηθέντων, ὡς τὸ κτίσμα καὶ τὸ ποίημα εἰς τὴν αὐτὴν τάξιν τῷ δημιουργῷ ἀναγαγεῖν; Διά τοι τοῦτο καὶ ἡ θεία Γραφὴ προειδυῖα τὸ πρὸς πλάνην τῶν ῥᾳθύμων ἐπιῤῥεπὲς, μετὰ τρεῖς ἡμέρας διδάσκει ἡμᾶς τούτου τοῦ στοιχείου τὴν δημιουργίαν γεγενῆσθαι, μετὰ τὸ πάντα τὰ σπέρματα ἀπὸ τῆς γῆς ἀναδοθῆναι, μετὰ τὸ ἀπολαβεῖν τὴν γῆν τὸν οἰκεῖον κόσμον· ἵνα μηδενὶ ἐξῇ τῶν μετὰ ταῦτα λέγειν, ὅτι ἄνευ τῆς τούτου ἐνεργείας, οὐκ ἂν ἐτελεσφορήθη τὰ ἀπὸ τῆς γῆς. Διὰ τοῦτο δείκνυσί σοι πρὸ τῆς τούτου δημιουργίας ἅπαντα πεπληρωμένα, ἵνα μὴ τούτῳ ἐπιγράφῃς τῶν καρπῶν τὴν τελεσφόρησιν, ἀλλὰ τῷ τῶν ἁπάντων δημιουργῷ, τῷ ἐξ ἀρχῆς εἰπόντι· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Εἰ δὲ λέγοιεν, ὅτι συντελεῖ τι καὶ τοῦ ἡλίου ἡ χρεία πρὸς τὸ τοὺς καρποὺς πεπαίνεσθαι, οὐδὲ ἐγὼ ἀντιλέγω. Ὥσπερ γὰρ καὶ τὸν γηπόνον λέγων συνεργεῖν πρὸς τὴν τῆς γῆς ἐργασίαν, οὐ τῷ γηπόνῳ τὸ πᾶν λογίζομαι, ἀλλὰ κἂν μυριάκις ὁ γηπόνος τὰ παρ' ἑαυτοῦ ἐπιδείξηται, εἰ μὴ ὁ τῷ οἰκείῳ προστάγματι ἐξ ἀρχῆς αὐτὴν διεγείρας πρὸς τὴν τῶν καρπῶν αὐτὴν γένεσιν κινῆσαι βουληθῇ, οὐδὲν ὄφελος τῶν πολλῶν καμάτων· τὸν αὐτὸν δὴ τρόπον φημὶ, ὅτι κἂν μετὰ τοῦ γηπόνου καὶ ἡ τοῦ ἡλίου συνέργεια συμβάληται, καὶ ἡ τῆς σελήνης, καὶ ἡ τῶν ἀέρων εὐκρασία, οὐδὲ οὕτως ἔσται τι πλέον, μὴ τῆς ἄνωθεν δεξιᾶς συνεφαπτομένης· ἐκείνης δὲ τῆς κραταιᾶς χειρὸς βουλομένης, καὶ ἡ παρὰ τῶν στοιχείων ἐνέργεια μέγιστα συμβαλεῖται. Ταῦτα μετὰ ἀκριβείας κατέχοντες ἐπιστομίζετε τοὺς ἔτι πλανᾶσθαι βουλομένους, καὶ μὴ συγχωρεῖτε τὸ τοῦ δημιουργοῦ σέβας τοῖς κτίσμασιν ἀπονέμειν. Διὰ τοῦτο καὶ ἡ θεία Γραφὴ οὐ μόνον τὸ κάλλος αὐτοῦ ἡμῖν δείκνυσι, καὶ τὸ μέγεθος, καὶ τὴν χρείαν, διὰ τοῦ εἰπεῖν, Ὡς νυμφίος, καὶ, Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν, ἀλλὰ καὶ τὸ ἀσθενὲς καὶ οὐδαμινόν. Ἄκουσον γὰρ τί φησιν ἀλλαχοῦ· Τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει. Μή σε ἀπατάτω, φησὶν, ἡ θέα· ἐὰν γὰρ βουληθῇ ὁ δημιουργήσας προστάξαι, ὡς οὐδὲ γεγονὼς ἀφίπταται. Ταῦτα εἰ συνεῖδον Ἑλλήνων παῖδες, οὐκ ἂν τοσαύτην πλάνην ἐπλανήθησαν, ἀλλ' εἶδον ἂν καλῶς, ὅτι προσήκει ἐκ τῆς τῶν δημιουργημάτων θεωρίας ἐπὶ τὸν δημιουργὸν ἀναδραμεῖν. Διὰ τοῦτο καὶ τῇ τετάρτῃ ἡμέρᾳ αὐτὸν ἐδημιούργησεν, ἵνα μὴ νομίσῃς τοῦτον συνιστᾷν τὴν ἡμέραν. Ὃ γὰρ ἐπὶ τῶν σπερμάτων εἴπομεν, τοῦτο καὶ ἐπὶ τῆς ἡμέρας ἐροῦμεν, ὅτι ἐγένοντο μὲν τρεῖς ἡμέραι πρὸ τῆς τούτου δημιουργίας. Ἐβουλήθη δὲ ὁ Δεσπότης καὶ διὰ τοῦ στοιχείου τούτου φαιδρότερον τὸ φῶς τῆς ἡμέρας ἐργάσασθαι· τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐλάττονος φωστῆρος εἴποιμεν ἂν, τῆς σελήνης λέγω· γεγόνασι γὰρ τρεῖς νύκτες πρὸ τῆς ταύτης δημιουργίας. Ἀλλ' ὅμως καὶ αὐτὴ παραχθεῖσα τὴν παρ' ἑαυτῆς εἰσφέρει χρείαν, διασκεδάζουσα τῆς νυκτὸς τὸ σκότος, καὶ σχεδὸν εἰπεῖν τὰ αὐτὰ τῷ ἡλίῳ συντελοῦσα πρὸς τὰ ἄλλα πάντα. Ὁ μὲν γὰρ ἀφώρισται, Εἰς ἀρχὰς τῆς ἡμέρας, ἡ δὲ, Εἰς ἀρχὰς τῆς νυκτός. Τί ἐστιν, Εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ, Εἰς ἀρχὰς τῆς νυκτός; Τὴν ἐξουσίαν, φησὶν, ἔλαβεν ὁ μὲν τῆς ἡμέρας, ἡ δὲ τῆς νυκτὸς, ἵν' ὁ μὲν φαιδροτέραν αὐτὴν ἀπεργάζηται διὰ τῶν οἰκείων ἀκτίνων, ἡ δὲ διασκεδάζῃ τὸ σκότος, καὶ τῇ φύσει τῶν ἀνθρώπων διὰ τοῦ φωτὸς οἰκείου παρέχῃ μετ' εὐκολίας κεχρῆσθαι τοῖς οἰκείοις ἐπιτηδεύμασι. Τότε γὰρ καὶ ὁδοιπόρος θαῤῥῶν τῆς ὁδοιπορίας ἅπτεται, καὶ ναύτης καθέλκει τὸ πλοῖον, καὶ τὰ πελάγη διαπερᾷ, καὶ ἕκαστος δὲ τῶν τὰ ἐπιτηδεύματα μετιόντων, μετὰ πολλῆς τῆς ἀδείας τὰ τῆς οἰκείας ἐπιστήμης μεταχειρίζει. Εἶτα ἐπειδὴ ἐδίδαξεν ἡμᾶς τῶν φωστήρων τούτων τὴν χρείαν, φησί· Καὶ τοὺς ἀστέρας· καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς, καὶ διαχωρίζειν ἀναμέσον τοῦ φωτὸς, καὶ ἀναμέσον τοῦ σκότους.