Ancient Greek · ~17 min
ΟΜΙΛΙΑ ΝΕʹ Καὶ εἶπε Λάβαν τῷ Ἰακώβ· Ὅτι γὰρ ἀδελφός μου εἶ σὺ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-51
Not analysed yet
Εἶδες ἄκραν τὴν μεταβολήν; εἶδες ἄφατον τὴν μετάστασιν; Οὕτω καὶ ὁ λῃστὴς μυρίους ἐργασάμενος φόνους, ἐν μιᾷ καιροῦ ῥοπῇ διὰ τῶν ὀλίγων ἐκείνων ῥημάτων οὕτως ἅπαντα ἀπενίψατο τὰ ἁμαρτήματα, ὡς ἀκοῦσαι παρὰ τοῦ Δεσπότου, ὅτι Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Οὕτω καὶ ὁ τελώνης, στῆθος πλήξας, καὶ τὰ οἰκεῖα ἁμαρτήματα ὁμολογήσας, κατῆλθε δεδικαιωμένος ὑπὲρ τὸν Φαρισαῖον. Ἀλλὰ τούτων μὲν ἕκαστος ψυχῆς εὐγνωμοσύνην ἐπιδειξάμενος, καὶ τὰ πρότερα ὁμολογήσας πταίσματα. οὕτω τῆς συγχωρήσεως ἀπήλαυσεν. Ἴδωμεν δὲ ταύτης τῆς ἐντολῆς τὴν ἰσχὺν, καὶ ὅσην περιουσίας δύναμιν κέκτηται ἡ δαψιλὴς ἐλεημοσύνη, ἵνα μαθόντες τὸ ἐξ αὐτῆς ἡμῖν ἐγγινόμενον κέρδος, προθύμως αὐτὴν μετέλθωμεν. Τάχα γὰρ τοσαύτη αὐτῆς ἡ περιουσία, ὡς μὴ μόνον ἁμαρτήματα ἐκκαθαίρειν, ἀλλὰ καὶ αὐτὸν τὸν θάνατον φυγαδεύειν. Καὶ λέγω τὸν τρόπον. Καὶ τίς, φησὶν, ἐλεημοσύνην ἐπιδειξάμενος, τοῦ θανάτου κρείττων γέγονε; Καὶ μὴν ἅπαντας ὁρῶμεν ὑπὸ τὴν τυραννίδα τοῦ θανάτου γινομένους. Μὴ θορυβηθῇς, ἀγαπητὲ, ἀλλὰ μάθε δι' αὐτῶν τῶν πραγμάτων, ὅπως ἡ τῆς ἐλεημοσύνης δύναμις ἐνίκησε καὶ τούτου τὴν τυραννίδα. Ταβιθά τις ἐγένετο γυνὴ, ἥτις διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἔργον ἐποιεῖτο καθ' ἑκάστην ἡμέραν τὴν ἀπὸ τῆς ἐλεημοσύνης εὐπορίαν συλλέγειν ἑαυτῇ· καὶ ἐνεδίδυσκε, φησὶ, τὰς χήρας, καὶ τὴν ἄλλην ἅπασαν εὐπορίαν αὐταῖς παρεῖχεν. Ἐγένετο δὲ ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν. Ἀλλὰ βλέπε μοι ἐνταῦθα, ἀγαπητὲ, πῶς αἱ τῆς θεραπείας ἀπολαύουσαι, καὶ τὰ σώματα σκεπόμεναι ἀπ' αὐτῆς, ἐν καιρῷ τὴν εὐεργέτιν ἀμειβόμεναι, περιεστῶσαι τὸν ἀπόστολον, ἐπεδείκνυον, φησὶ, τὰ ἱμάτια, καὶ ὅσα ἐποίει μετ' αὐτῶν οὖσα ἡ Δορκὰς, καὶ τὴν τροφὸν ἐπεζήτουν, καὶ δάκρυα ἴσως προσέχεον, καὶ εἰς πολὺν οἶκτον τὸν Ἀπόστολον ἐφείλκοντο. Τί οὖν ὁ μακάριος Πέτρος; Τὰ γόνατα θεὶς, φησὶ, προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε· Ταβιθὰ, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισε. Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτὴν, καὶ φωνήσας τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν. Εἶδες δύναμιν τοῦ ἀποστόλου, μᾶλλον δὲ τοῦ ἐνεργοῦντος ἐν αὐτῷ Δεσπότου; εἶδες ὅση τῆς εἰς τὰς χήρας εὐποιίας ἀμοιβὴ καὶ ἐν τῷ παρόντι καιρῷ γέγονε; Τί γὰρ τοσοῦτον, εἰπέ μοι, παρέσχεν αὕτη ταῖς χήραις, ὅσον αὗται αὐτὴν ἠμείψαντο; Ἱμάτια παρέσχε καὶ τροφὰς αὐταῖς, ἀλλ' αὗται πρὸς ζωὴν αὐτὴν ἐπανήγαγον, καὶ τὸν θάνατον ἐξ αὐτῆς δραπετεῦσαι ἐποίησαν· μᾶλλον δὲ οὐχ αὗται, ἀλλὰ διὰ τὴν εἰς ταύτας θεραπείαν ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης. Εἴδετε φαρμάκου δύναμιν, ἀγαπητοί; Τοῦτο πάντες ἑαυτοῖς κατασκευάσωμεν· οὐδὲ γὰρ πολυτελές ἐστι, καίτοι γε τοσαύτην ἔχον τὴν δύναμιν, ἀλλὰ καὶ σφόδρα εὔωνον, καὶ οὔτε δαπάνης δεῖται πολλῆς. Τὸ γὰρ τῆς ἐλεημοσύνης μέγεθος οὐκ ἐν τῷ πλήθει τῶν χρημάτων κρίνεται, ἀλλ' ἐν τῇ προθυμίᾳ τῶν διδόντων. Διὰ τοῦτο καὶ ὁ ποτήριον ψυχροῦ δοὺς ἀπόδεκτος γέγονε, καὶ ἡ τὰ δύο λεπτὰ καταβαλοῦσα, ἵνα μάθωμεν ὅτι πανταχοῦ γνώμην ὀρθὴν ἐπιζητεῖ ὁ τῶν ἁπάντων Δεσπότης. Ἔστι πολλάκις καὶ ὀλίγα ἔχοντα πολλὴν τὴν δαψίλειαν τῆς ἐλεημοσύνης ἐπιδείξασθαι, ὅταν ᾖ ἡ προθυμία ἐῤῥωμένη· καὶ πάλιν τὸ ἐναντίον, ἔστι καὶ πολλὰ κεκτημένον ἐλάττονα ὀφθῆναι τῶν ὀλίγα ἐχόντων διὰ τὴν τῆς ἰδίας γνώμης μικρολογίαν. Ἐκχέωμεν οὖν, παρακαλῶ, τὰ ὄντα εἰς τοὺς ἐν χρείᾳ ὄντας μετὰ δαψιλοῦς γνώμης, ἐξ ὧν ὁ Δεσπότης ἡμῖν κεχάρισται, καὶ αὐτὰ τὰ παρ' αὐτοῦ ἡμῖν δοθέντα αὐτῷ πάλιν ἡμεῖς δῶμεν, ἵνα οὕτω πάλιν μετὰ πολλῆς προσθήκης ἡμέτερα γένηται. Τοσαύτη γὰρ αὐτοῦ ἡ φιλοτιμία, ὅτι καὶ ἀφ' ὧν ἔδωκε λαμβάνων, οὐχ ἡγεῖται τὰ ἴδια λαμβάνειν, ἀλλὰ μετὰ πολλῆς ἡμῖν αὐτὰ τῆς φιλοτιμίας ἀποδιδόναι ὑπισχνεῖται· μόνον ἐὰν ἡμεῖς τὰ παρ' ἑαυτῶν ἐπιδείξασθαι βουληθῶμεν, καὶ καθάπερ τῇ τοῦ Θεοῦ χειρὶ ταῦτα παρακατατιθέμενοι, οὕτως αὐτὰ τοῖς πένησι χορηγῶμεν, εἰδότες ὅτι ἅπερ ἂν ἡ χεὶρ ἐκείνη δέξηται, οὐκ ἐκεῖνα μόνον ἀποδίδωσιν, ἀλλὰ καὶ πολυπλασίονα τὰ δοθέντα οὗτος ἡμῖν αὐτὰ πάλιν χαρίζεται, τὴν οἰκείαν φιλοτιμίαν διὰ πάντων ἐπιδεικνύμενος. Καὶ τί λέγω, ὅτι αὐτὰ πάλιν πολυπλασιάζει; Ἡ χεὶρ ἐκείνη δίδωσιν οὐκ αὐτὰ μόνον, ἀλλὰ μετὰ τούτων καὶ τὴν βασιλείαν τῶν οὐρανῶν δωρεῖται, καὶ ἀνακηρύττει καὶ στεφανοῖ, καὶ τὰ μυρία ἀγαθὰ χαρίζεται, ἐὰν ἐκ τῶν παρ' αὐτοῦ δοθέντων μικρόν τι εἰσενεγκεῖν βουληθῶμεν. Μὴ γὰρ βαρύ τι καὶ ἐπαχθὲς παρ' ἡμῶν αἰτεῖ; Τὰ περιττὰ τῆς χρείας βούλεται ἀναγκαῖα ἡμᾶς ποιήσασθαι, καὶ ἅπερ εἰκῆ καὶ μάτην ἐν τοῖς ταμιείοις ἐναπόκειται, ταῦτα βούλεται ὑφ' ἡμῶν αὐτῶν καλῶς διανεμηθῆναι, ἵνα ἀφορμὴν λαβὼν ἐντεῦθεν, λαμπρῶς ἡμᾶς στεφανώσῃ. Σπεύδει γὰρ καὶ ἐπείγεται, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε ἀξιῶσαι ἡμᾶς ὧν καὶ ἐπηγγείλατο.