Ancient Greek
ΟΜΙΛΙΑ ΞΒʹ Καὶ εἶδεν Ἰούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾖ ὄνομα Σαύα, καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἤρ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-58
Not analysed yet
Ἀλλὰ τὸ πονηρὸν θηρίον ὁ διάβολος, θεασάμενος τοῦ δικαίου τὴν εὐδοκίμησιν, καὶ ὅτι δι' αὐτῶν τῶν νομιζομένων λυπηρῶν περιφανέστερος ἐγίνετο, τρίζων τοὺς ὀδόντας καὶ μεμηνὼς, καὶ οὐδὲ φέρων ὁρᾷν τὸν δίκαιον οὕτω καθ' ἑκάστην ἡμέραν λαμπρότερον γινόμενον, βόθρον αὐτῷ ἀνορύττει βαθὺν, καὶ κρημνὸν, ὡς ἐνόμιζε, μέγιστον αὐτῷ τίκτοντα τὸν ὄλεθρον, καὶ χειμῶνα κατασκευάζει, σφοδρὸν αὐτῷ τὸ ναυάγιον ἐργάσασθαι δυνάμενον· ἀλλ' ἐμάνθανεν οὐκ εἰς μακρὰν, ὅτι πρὸς κέντρα λακτίζει, καὶ κατὰ τῆς οἰκείας κεφαλῆς ἅπαντα διαπράττεται. Καὶ ἦν Ἰωσὴφ, φησὶ, καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει. Τίνος ἕνεκεν ἡμῖν τὴν εὐμορφίαν τοῦ σώματος διηγεῖται; Ἵνα μάθωμεν ὅτι οὐ μόνον τῇ κατὰ ψυχὴν εὐμορφίᾳ ἦν καλὸς, ἀλλὰ καὶ τῷ σώματι. Ἐν αὐτῷ γὰρ τῷ ἄνθει τῆς ἡλικίας νέος ἦν, καὶ Καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει. Ταῦτα δὲ προλαβοῦσα διηγεῖται περὶ αὐτοῦ ἡ θεία Γραφὴ, ἵνα διδάξῃ ἡμᾶς ὡς ἁλοῦσα τῷ κάλλει τοῦ νεανίσκου ἡ Αἰγυπτία πρὸς τὴν παράνομον ἐκείνην μίξιν αὐτὸν ἐκάλει. Καὶ ἐγένετο, φησὶ, μετὰ ταῦτα. Τί ἐστι, Μετὰ ταῦτα; Μετὰ τὸ πάσης τῆς οἰκίας τὴν ἐξουσίαν αὐτὸν ἐμπιστευθῆναι, καὶ μετὰ τὸ ἐν τοσαύτῃ εἶναι τιμῇ ἀξιωθῆναι παρὰ τοῦ δεσπότου, Ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ τὸν Ἰωσήφ. Ὅρα τὴν ἀναίδειαν τῆς ἀκολάστου γυναικός. Οὐχ ὅτι δέσποινα εἶναι ἐνομίζετο ἐν διανοίᾳ ἔλαβεν, οὐχ ὅτι οἰκέτης ἦν ἐκεῖνος, ἀλλ' ὑπὸ τῆς εὐμορφίας ἁλοῦσα, καὶ τὸν ἐμπρησμὸν τὸν σατανικὸν δεξαμένη, ἐπιπηδᾷν ἐπεχείρει λοιπὸν τῷ νεανίσκῳ, καὶ τὸν πονηρὸν τοῦτον λογισμὸν ἐν τῇ διανοίᾳ συνέχουσα, καιρὸν ἐπεζήτει καὶ ἐρημίαν τὴν δυναμένην αὐτῇ συμπρᾶξαι πρὸς τὴν παράνομον ταύτην ἐπιχείρησιν. Ὁ δὲ, φησὶν, οὐκ ἤθελεν· οὐκ ἐπείθετο, οὐδὲ κατεδέχετο τὰ παρ' ἐκείνης ῥήματα. ᾜδει γὰρ πολὺν αὐτῷ φέροντα τὸν ὄλεθρον· καὶ οὐ μόνον τὰ καθ' ἑαυτὸν ἐσκόπει, ἀλλὰ σπουδὴν ἐποιεῖτο κἀκείνην, καθ' ὅσον οἷόν τε ἦν, ἀπαλλάξαι τῆς μανίας καὶ τῆς ἀτόπου ταύτης ἐπιθυμίας. Καὶ συμβουλὴν αὐτῇ εἰσάγει ἱκανὴν αὐτὴν καταιδέσαι, καὶ ποιῆσαι τὸ συμφέρον ἐπιγνῶναι. Εἶπε γὰρ, φησὶ, τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ (ἡ δέσποινα παρὰ τοῦ δούλου συμβουλὴν δέχεται)· Εἰ ὁ κύριός μου οὐ γινώσκει δι' ἐμὲ οὐδὲν τῶν ἐν τῷ οἴκῳ αὐτοῦ, ἀλλὰ πάντα ὅσα ἐστὶν αὐτῷ, δέδωκεν εἰς τὰς χεῖράς μου. Ὢ εὐγνωμοσύνης ἀνδρός. Ὅρα πῶς ἀπαριθμεῖται τοῦ δεσπότου τὰς εὐεργεσίας, ἵνα δείξῃ ὅσῃ τῇ ἀγνωμοσύνῃ ἐκείνη κέχρηται πρὸς τὸν ὁμόζυγον. Εἰ γὰρ ἐγὼ, φησὶν, ὁ οἰκέτης, ὁ ξένος, ὁ αἰχμάλωτος, τοσαύτης ἀπήλαυσα παρ' αὐτοῦ ἀδείας, ὡς ἅπαντα ὑπὸ τὴν χεῖρα εἶναι τὴν ἐμὴν, καὶ οὐδέν ἐστιν ὃ ὑπεξαιρεῖται τῆς χειρός μου, πλὴν σοῦ, ἀλλὰ πᾶσι μὲν αὐτὸς ἐπίκειμαι, μόνῃ δὲ σοὶ ὑποτέταγμαι, καὶ ἔξω τυγχάνεις τῆς ἐμῆς ἐξουσίας. Εἶτα ἵνα καιρίαν δῷ τὴν πληγὴν, καὶ ὑπομνήσῃ τῆς εὐνοίας τοῦ ἀνδρὸς, καὶ πείσῃ αὐτὴν μὴ ἀγνώμονα περὶ τὸν σύνοικον γενέσθαι, φησί· Καὶ σὺ διὰ τοῦτο ἔξω τῆς ἐξουσίας τῆς ἐμῆς τυγχάνεις, Διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι. Εἰ τοίνυν γυνὴ αὐτοῦ τυγχάνεις, πῶς οὖν ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ; Ἐπειδὴ γὰρ ἐκείνη τὴν ἐρημίαν ἐζήτει, καὶ καιρὸν ἀνέμενε, λαθεῖν σπουδάζουσα τὸν ἄνδρα, καὶ τοὺς οἰκέτας τοὺς ἐπὶ τῆς οἰκίας ἅπαντας, φησὶν οὗτος· Πῶς δυνήσομαι ποιῆσαι τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ; Τί γὰρ νομίζεις; Κἂν πάντας λαθεῖν δυνηθῶμεν, τὸν ἀκοίμητον ὀφθαλμὸν οὐ δυνάμεθα λαθεῖν. Ἐκεῖνον μόνον δεδοικέναι δεῖ, καὶ ἀγωνιᾷν καὶ τρέμειν, ὥστε μὴ ὑπὸ τοῖς ἐκείνου ὀφθαλμοῖς παράνομόν τι διαπράξασθαι. Καὶ ἵνα μάθωμεν τὴν ὑπερβάλλουσαν τοῦ δικαίου ἀρετὴν, καὶ ὅτι οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις τὸν ἀγῶνα τοῦτον ὑπέμεινε, καὶ τῆς λέξεως ταύτης ἠνέσχετο, καὶ συμβουλεύων οὐκ ἐπαύσατο, φησὶν ἡ Γραφή· Ἡνίκα δὲ ἐλάλει ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουσεν αὐτῆς· ἐπιτηρήσασα τὰ ἐπὶ τῆς οἰκίας διαπραττόμενα, ἐπιπηδᾷ τῷ νεανίσκῳ, καθάπερ θηρίον θῆγον τοὺς ὀδόντας, καὶ ἐπισπασαμένη τῶν ἱματίων κατεῖχε. Μὴ ἁπλῶς τοῦτο παραδράμωμεν, ἀλλ' ἐννοήσωμεν ὅσον ὑπέμεινε τὸν ἀγῶνα ὁ δίκαιος ἐκεῖνος. Οὐ γὰρ οὕτω θαυμαστὸν ἦν, ὡς ἔμοιγε δοκεῖ, ἐν μέσῃ τῇ Βαβυλωνίᾳ καμίνῳ τοὺς τρεῖς παῖδας ὄντας ἀβλαβεῖς διαμεῖναι, καὶ μηδὲν ὑπὸ τοῦ πυρὸς παθεῖν, ὡς θαυμαστὸν ἐγένετο καὶ παράδοξον τὸν θαυμαστὸν τοῦτον νεανίσκον κατασχεθέντα τῶν ἱματίων ὑπὸ τῆς μιαρᾶς ταύτης καὶ ἀκολάστου μὴ ἐνδοῦναι, ἀλλὰ καὶ τὰ ἱμάτια ἀφέντα ἐν ταῖς ἐκείνης χερσὶν οὕτως ἀποπηδῆσαι. Ὥσπερ γὰρ οἱ τρεῖς παῖδες ἐκεῖνοι διὰ τὴν οἰκείαν ἀρετὴν τῆς ἄνωθεν ἀπολαύσαντες ῥοπῆς, τοῦ πυρὸς κρείττους ὤφθησαν· οὕτω καὶ οὗτος, ἐπειδὴ τὰ παρ' ἑαυτοῦ εἰσέφερε, καὶ τῆς σωφροσύνης τοὺς ἀγῶνας μετὰ πολλοῦ τοῦ τόνου ἐπεδείκνυτο, πολλῆς καὶ τῆς ἄνωθεν συμμαχίας ἀπήλαυσε, τῆς τοῦ Θεοῦ δεξιᾶς συμπραττούσης αὐτῷ τοσοῦτον ἆθλον νικῆσαι, καὶ ἔξω τῶν δικτύων τῆς ἀσελγοῦς ἐκείνης καταστῆναι. Καὶ ἦν ἰδεῖν λοιπὸν τότε τὸν θαυμάσιον τοῦτον γυμνὸν μὲν ἐξιόντα ἱματίων, ἐνδεδυμένον δὲ τῆς σωφροσύνης τὸ ἔνδυμα, καὶ καθάπερ ἀπό τινος πυρᾶς καὶ καμίνου ἀβλαβῆ διαφυγεῖν, καὶ οὐ μόνον οὐ κατακαυθέντα, ἀλλὰ καὶ λαμπρότερον καὶ φαιδρότερον γεγενημένον.