Ancient Greek · ~16 min
ΟΜΙΛΙΑ Ζʹ Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1-7
Not analysed yet
Ἀλλ' εἰσί τινες τῶν ἀγνωμόνων, οἳ καὶ μετὰ τοσαύτην διδασκαλίαν ἀπιστεῖν ἐπιχειροῦντες, καὶ μὴ συγχωροῦντες μήτε δημιουργὸν ἔχειν τὰ ὁρώμενα, ἄλλοι μὲν αὐτόματα αὐτὰ φάσκοντες εἶναι, ἕτεροι δὲ ἐξ ὑποκειμένης τινὸς ὕλης γεγενῆσθαι. Σκόπει τοῦ διαβόλου πόση ἡ ἀπάτη, πῶς ἀπεχρήσατο τῇ εὐκολίᾳ τῆς γνώμης τῶν τῇ πλάνῃ δουλευόντων. Διὰ τοῦτο ὁ μακάριος Μωϋσῆς μετὰ τοσαύτης ἡμᾶς ἀκριβείας διδάσκει ὑπὸ τοῦ θείου Πνεύματος ἐνηχούμενος, ἵνα μὴ τὰ αὐτὰ τούτοις πάθωμεν, ἀλλ' εἰδέναι ἔχωμεν σαφῶς, καὶ τὴν ἀκολουθίαν τῶν δημιουργηθέντων, καὶ ὅπως ἕκαστον ἐδημιουργήθη. Εἰ γὰρ μὴ τῆς ἡμετέρας κηδόμενος σωτηρίας ὁ Θεὸς οὕτως ὡδήγησε τοῦ προφήτου τὴν γλῶτταν, ἤρκει εἰπεῖν, ὅτι ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ τὰ ζῶα, καὶ μήτε τάξιν θεῖναι ἡμερῶν, μήτε τί μὲν πρῶτον, τί δὲ ὕστερον γεγένηται. Ἀλλ' ἵνα μηδεμίαν τοῖς ἀγνωμονεῖν βουλομένοις καταλείπηται ἀπολογίας πρόφασιν, οὕτω διαιρεῖ σαφῶς καὶ τὴν τῶν γινομένων τάξιν, καὶ τῶν ἡμερῶν τὸν ἀριθμὸν, καὶ πάντα μετὰ πολλῆς τῆς συγκαταβάσεως ἡμᾶς διδάσκει, ἵνα μαθόντες τὴν ἀλήθειαν ἅπασαν, μηκέτι τῇ πλάνῃ τῶν ἐξ οἰκείων λογισμῶν ἅπαντα φθεγγομένων προσέχωμεν, ἀλλ' εἰδέναι ἔχωμεν τοῦ δημιουργοῦ τοῦ ἡμετέρου τὴν ἄφατον δύναμιν. Καὶ ἐγένετο, φησὶν, οὕτως. Εἶπεν, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ὑπήκουσε τὸ στοιχεῖον, καὶ ἐπλήρωσε τὸ ἐπιταχθέν. Καὶ ἐγένετο, φησὶν, οὕτως, ὡς ἐκέλευσεν ὁ Δεσπότης· καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλὰ, καὶ ηὐλόγησεν αὐτὰ ὁ Θεὸς, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα τὰ ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. Θέα μοι πάλιν ἐνταῦθα, πόση τοῦ Πνεύματος ἡ σοφία. Εἰπὼν γὰρ ὁ μακάριος Μωϋσῆς, ὅτι Ἐγένετο οὕτως, διδάσκει ἡμᾶς κατὰ μέρος ἐπάγων καὶ λέγων, Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. Ἐνταῦθα τῶν ἀπερισκέπτως ἅπαντα φθεγγομένων πάλιν ἀναιρεῖ τὴν τόλμαν. Ἵνα γὰρ μή τις ἔχῃ λέγειν, καὶ τίνος ἕνεκα τὰ κήτη γέγονε; ποίαν ἡμῖν χρείαν συντελεῖ; τί τὸ ὄφελος ἐκ τῆς τούτων δημιουργίας; διὰ τοῦτο εἰπὼν, Ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, καὶ τὰ πετεινὰ, εὐθέως ἐπήγαγε, Καὶ εἶδεν ὁ Θεὸς, ὅτι καλά. Μὴ γὰρ ἐπειδὴ σὺ, φησὶ, τὸν λόγον ἀγνοεῖς τῶν γεγενημένων, ἐπισκήπτειν ἐπιχείρει τοῖς δημιουργήμασιν. Ἤκουσας τοῦ Δεσπότου ψηφιζομένου, καὶ λέγοντος, ὅτι καλὰ, καὶ πῶς σὺ μέμηνας τολμῶν λέγειν, διὰ τί γεγένηται; καὶ ὡς περιττὴν αὐτῶν τὴν δημιουργίαν διαβάλλεις; Ἐὰν γὰρ εὐγνώμων ᾖς, δυνήσῃ καὶ ἐκ τῆς τούτων δημιουργίας καὶ τὴν δύναμιν τοῦ σοῦ Δεσπότου, καὶ τὴν ἄφατον φιλανθρωπίαν καταμαθεῖν· τὴν μὲν δύναμιν ὅτι τῷ λόγῳ καὶ ἐπιτάγματι ἐκ τῶν ὑδάτων τοιαῦτα ζῶα παραχθῆναι πεποίηκε· τὴν δὲ φιλανθρωπίαν, ὅτι καὶ παραγαγὼν ἰδίαν τινὰ χώραν αὐτοῖς ἀπένειμε, καὶ τὸ ἄπλετον μέρος τῆς θαλάσσης αὐτοῖς ἀπεκλήρωσεν, ὥστε μηδένα λυμαίνεσθαι, ἀλλ' ἐνδιαιτᾶσθαι μὲν τοῖς ὕδασι, καὶ διὰ τῆς ὄψεως τοῦ δημιουργοῦ διδάσκειν τὴν ὑπερβάλλουσαν δύναμιν, μηδεμίαν δὲ βλάβην παρέχειν τῷ τῶν ἀνθρώπων γένει. Ἢ μικρὸν οἴει τοῦτο μέρος εἶναι φιλανθρωπίας, τὸ διπλῆν ἐξ αὐτῶν σοι γίνεσθαι τὴν ὠφέλειαν; Καὶ γὰρ εἰς θεογνωσίαν ἐνάγει τοὺς εὐγνωμονεῖν βουλομένους, καὶ ἐκπλήττεσθαι παρασκευάζει τῆς φιλανθρωπίας αὐτοῦ τὸ μέγεθος, ὅτι τῆς ἀπ' αὐτῶν βλάβης ἠλευθέρωσε τὴν τῶν ἀνθρώπων φύσιν. Οὐδὲ γὰρ εἰς χρείαν ἡμῖν μόνον ἅπαντα παρ' αὐτοῦ δεδημιούργηται, ἀλλὰ διὰ τὴν πολλὴν αὐτοῦ φιλοτιμίαν, τὰ μὲν εἰς χρείαν, τὰ δὲ καὶ διὰ τοῦτο παρήχθη, ἵνα κηρύττηται τοῦ ποιήσαντος αὐτὰ ἡ δύναμις. Ἀκούων τοίνυν, ὅτι Εἶδεν ὁ Θεὸς ὅτι καλὰ, μηκέτι τόλμα ἀντιφθέγγεσθαι τῇ θείᾳ Γραφῇ, μηδὲ περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, καὶ λέγειν, διὰ τί τὸ καὶ τὸ ἐγένετο; Καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς, φησὶ, καὶ εἶπεν· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα τὰ ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς.