Ancient Greek · ~10 min
ΟΜΙΛΙΑ ΙΘʹ Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5-6
Not analysed yet
Ἀλλὰ σαφέστερον ὑμᾶς προσήκει διδάξαι, πῶς ἑπτὰ τιμωρίαις ὑπεύθυνος γίνεται ὁ τὸν Κάϊν ἀνελών. Ἀλλὰ προσέχετε, παρακαλῶ. Εἰ γὰρ μὴ νῦν, καθάπερ ἐν ταῖς προλαβούσαις ἡμέραις εἰρήκαμεν πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην, ὅτε νηστείας καιρὸς, καὶ τοσαύτης γαλήνης ἀπολαύομεν, καὶ ἀπηλλαγμένοι τῶν λογισμῶν τῶν ταραττόντων ἡμῶν τὴν διάνοιαν, τὰ ἐν ταῖς θείαις Γραφαῖς ἐγκείμενα κατανοήσωμεν μετὰ ἀκριβείας, πότε δυνησόμεθα ταῦτα μαθεῖν ἐν ἑτέρῳ καιρῷ; Διὸ παρακαλῶ, καὶ δέομαι, καὶ ἀντιβολῶ, μονονουχὶ καὶ τῶν γονάτων ὑμῶν καθάπτομαι, μετὰ συντεταμένης διανοίας τοῖς λεγομένοις προσέχωμεν, ἵνα καρπωσάμενοί τι γενναῖον καὶ ὑψηλὸν, οὕτως οἴκαδε ἐπανέλθωμεν. Τί οὖν ἐστι τὸ, Ἑπτὰ ἐκδικούμενα παραλύσει; Πρῶτον μὲν ὁ τῶν ἑπτὰ ἀριθμὸς ἐπὶ πλήθους λαμβάνεται ἐν τῇ θείᾳ Γραφῇ, καὶ τοῦτο πολλαχοῦ εὕροι τις ἂν οὕτω κείμενον, ὡς τὸ, Στείρα ἔτεκεν ἑπτὰ, καὶ ὅσα τοιαῦτα. Αἰνίττεται δὲ ἡμῖν ἐνταῦθα τοῦ τολμήματος τὸ μέγεθος, καὶ ὅτι οὐχ ἕν ἐστι τὸ ἁμάρτημα τὸ παρ' ἐκείνου γεγονὸς, ἀλλ' ἑπτὰ ἁμαρτήματα, καὶ μεγάλην ἐφ' ἑκάστῳ ἁμαρτήματι τὴν τιμωρίαν ὤφειλεν ὑποσχεῖν. Πῶς οὖν αὐτὰ ἀπαριθμησόμεθα; Εἰ τοῦτο λογισόμεθα· πρῶτον, ὅτι ἐβάσκηνε τῷ ἀδελφῷ διὰ τὴν εὔνοιαν τὴν παρὰ τοῦ Θεοῦ· ὅπερ καὶ μόνον προσὸν ἱκανὸν ἦν αὐτῷ τὸν ὄλεθρον ἐπαγαγεῖν· δεύτερον, ὅτι τὸν ἴδιον ἀδελφόν· τρίτον, ὅτι δόλον ἔῤῥαψε· τέταρτον, ὅτι τὸν φόνον ἔπραξε· πέμπτον, ὅτι τὸν ἀδελφὸν ἐφόνευσεν· ἕκτον, ὅτι πρῶτος τὸν φόνον εἰργάσατο· ἕβδομον, ὅτι τὸν Θεὸν ἐψεύσατο. Παρηκολουθήσατε τοῖς ῥηθεῖσιν, ἢ βούλεσθε ἄνωθεν αὐτὰ πάλιν ἀπαριθμησώμεθα, ἵνα εἰδῆτε πῶς ἕκαστον τούτων καὶ μόνον ἱκανὸν ἦν τῆς μεγίστης αὐτὸν ἀξιῶσαι τιμωρίας; Τίς γὰρ ἂν ἀξιώσειε συγγνώμης τὸν βασκήναντα τῷ ἀπολαύοντι τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας; Ἰδοὺ μία καὶ μεγίστη καὶ ἀσύγγνωστος ἁμαρτία. Πάλιν αὕτη μείζων δείκνυται, ὅταν ἀδελφὸς ᾖ ὁ βασκαινόμενος, καὶ μηδὲν ἠδικηκώς. Ἰδοὺ καὶ αὕτη πάλιν οὐχ ἡ τυχοῦσα ἁμαρτία. Τρίτη πάλιν, ὅτι δόλον ἔῤῥαψεν ἀπατήσας τὸν ἀδελφὸν, καὶ ἑλκύσας εἰς τὸ πεδίον, καὶ οὐδὲ αὐτὴν τὴν φύσιν αἰδεσθείς. Τέταρτον ἁμάρτημα αὐτὸς ὁ φόνος, ὃν εἰργάσατο Πέμπτον, ὅτι ἀδελφὸν ἐφόνευσε τὸν τὰς αὐτὰς αὐτῷ λύσαντα ὠδῖνας. Ἕκτον, ὅτι πρῶτος τοῦ φόνου τὸ εἶδος εἰσήνεγκεν. Ἕβδομον, ὅτι ἐρωτώμενος παρὰ τοῦ Θεοῦ, ψεύσασθαι ἐτόλμησεν. Ὁ τοίνυν, φησὶν, ἀνελεῖν σε ἐπιχειρήσας, ἑπτὰ τιμωρίαις ἑαυτὸν ὑπεύθυνον καταστήσει. Μὴ τοίνυν δείδιθι τοῦτο. Ἰδοὺ γὰρ καὶ σημεῖον ἐπιτίθημί σοι, ὥστε μηδένα τῶν εὑρισκόντων σε ἀγνοῆσαι. Ἡ γὰρ πάσης τῆς ζωῆς σου πάρεσις, λυσιτελὴς ἔσται ταῖς μετὰ ταῦτα γενεαῖς, καὶ ὅπερ μόνος μηδενὸς παρόντος ἔπραξας, τοῦτο μαθήσονται πάντες ὁρῶντές σε στένοντα καὶ τρέμοντα, καὶ μονονουχὶ βοῶντα διὰ τοῦ τρόμου τοῦ σωματικοῦ, καὶ πᾶσι διαλεγόμενον, καὶ λέγοντα· μηδεὶς ἕτερος τοιαῦτα τολμήσῃ, οἷάπερ ἐγὼ, ἵνα μὴ τοιαύτην δέξηται τιμωρίαν.