Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ ϛʹ Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ ἀναμέσον τῆς νυκτὸς, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-3
Not analysed yet
Ἐννόει καὶ τούτων πόσην ἡμῖν τὴν χρείαν ἐδήλωσεν. Ἔθετο, φησὶν, αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ. Τί ἐστιν, Ἔθετο; Ὡς ἂν εἴποι τις, ἔπηξεν; Μὴ γένοιτο· ὁρῶμεν γὰρ αὐτοὺς πολλάκις ἐν μιᾷ καιροῦ ῥοπῇ πολὺ διάστημα διατρέχοντας, καὶ οὐδέποτε ἐν ἑνὶ τόπῳ ἱσταμένους, ἀλλὰ τὸν οἰκεῖον δρόμον ἀποπληροῦντας, ὃν τρέχειν ἐτάχθησαν παρὰ τοῦ Δεσπότου. Τί οὖν ἐστι τὸ, Ἔθετο; Ἀντὶ τοῦ, προσέταξεν αὐτοὺς εἶναι ἐν τῷ οὐρανῷ. Καὶ γάρ ἐστιν ἰδεῖν προϊοῦσαν τὴν Γραφὴν, καὶ ἀλλαχοῦ λέγουσαν, ὅτι Ἔθετο τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ, οὐκ ἐπειδὴ ἐνέπηξεν αὐτὸν τῷ παραδείσῳ, ἀλλ' ὅτι προσέταξεν αὐτὸν εἶναι ἐν τῷ παραδείσῳ. Τὸν αὐτὸν δὴ τρόπον καὶ περὶ τῶν ἀστέρων εἴποιμεν ἂν, ὅτι προσέταξεν αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ ὄντας, τὸ οἰκεῖον φῶς ἐκπέμπειν ἐπὶ τῆς γῆς. Ἐννόησον γάρ μοι, ἀγαπητὲ, ποίων λειμώνων καὶ παραδείσων οὐκ ἂν εἴη τερπνότερον ἰδεῖν ἐν μέσῃ τῇ νυκτὶ τὸν οὐρανὸν κατηστερωμένον, καὶ καθάπερ τισὶν ἄνθεσι τῇ διαφορᾷ τῶν ἄστρων καλλωπιζόμενον, καὶ πολὺ τὸ φῶς εἰς τὴν γῆν αὐτοὺς καταπέμποντας; Εἰς τοῦτο γὰρ καὶ ἐτάχθησαν, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς, ὃ καθολικῶς καὶ περὶ τῶν μεγάλων φωστήρων εἴρηται. Ἐπειδὴ γὰρ τῶν δύο φωστήρων ἡμᾶς ἐδίδαξε τὴν δημιουργίαν, καὶ τῶν ἄστρων, περὶ πάντων κοινῇ λέγων φησί· Καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς, καὶ διαχωρίζειν ἀναμέσον τοῦ φωτὸς, καὶ ἀναμέσον τοῦ σκότους. Ὥσπερ γὰρ οὐκ ἔστιν ἐν ἡμέρᾳ ἰδεῖν ἀστέρας ἐν τῷ οὐρανῷ διατρέχοντας (τὸ γὰρ τοῦ ἡλίου φῶς τῇ πολλῇ φαιδρότητι ἀποκρύπτει ἐκείνων τὴν χρείαν), οὕτως οὐδὲ ἥλιος ἐν νυκτὶ ἂν φανείη ποτὲ, ἀρκούσης τῆς σελήνης ἐπὶ τῷ οἰκείῳ φωτὶ καταυγάσαι τῆς νυκτὸς τὸ ζοφῶδες· ἀλλ' ἕκαστον τῶν στοιχείων τοῖς οἰκείοις ὅροις ἐμμένον οὐδέποτε ὑπερβαίνει τὸ οἰκεῖον μέτρον, ἀλλὰ τὴν διάταξιν τοῦ Δεσπότου φυλάττον, τὴν οἰκείαν ἐνέργειαν πληροῖ. Τίς ἂν εἴποι τὰ ἄλλα πάντα, ὅσα συντελεῖ πρὸς τὴν τῶν ἀνθρώπων φύσιν ἡ τῶν φωστήρων τούτων καὶ τῶν ἀστέρων χρεία; Ἕστωσαν γὰρ, φησὶν, εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Τί ἐστιν, Εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς; Διδάξαι ἡμᾶς βούλεται ἡ θεία Γραφὴ, ὅτι ὁ τούτων δρόμος τὴν γνῶσιν ἡμῖν χαρίζεται τῶν καιρῶν, καὶ τῆς τῶν τροπῶν ἐναλλαγῆς, τῶν ἡμερῶν τὸν ἀριθμὸν, τοῦ ἐνιαυτοῦ τὸν δρόμον, καὶ ἐκ τούτων δυνάμεθα διαγινώσκειν ἅπαντα. Καὶ γὰρ ὁ κυβερνήτης πρὸς τὸν τούτων δρόμον ὁρῶν, καὶ ἀτενίζων εἰς τὸν οὐρανὸν, καὶ μετὰ ἀκριβείας ἅπαντα καταμανθάνων, τότε τῆς ναυτιλίας ἅπτεται, καὶ πελάγη διαπερᾷ, καὶ πολλάκις ζοφερωτάτης οὔσης τῆς νυκτὸς, ἀπὸ τῆς τῶν ἄστρων θεωρίας ἠδυνήθη τὸ σκάφος ἰθῦναι, καὶ διὰ τῆς οἰκείας τέχνης τὴν σωτηρίαν τοῖς ἐμπλέουσι χαρίσασθαι. Καὶ ὁ γηπόνος δὲ ἐντεῦθεν καταμαθὼν οἶδε, πότε μὲν προσήκει τὰ σπέρματα καταβαλεῖν, πότε δὲ τὴν γῆν ἀναμοχλεῦσαι, καὶ ἄροτρον ἑλκύσαι, καὶ πότε τὴν δρεπάνην ἀκονῆσαι, καὶ τὸν ἄμητον τῶν σπερμάτων ἐργάσασθαι. Καὶ εἰς τὴν τοῦ βίου σύστασιν οὐκ ὀλίγα ἡμῖν συμβάλλεται ἡ τῶν χρόνων εἴδησις, ὁ τῶν ἡμερῶν ἀριθμὸς, ὁ τοῦ ἐνιαυτοῦ κύκλος· καὶ πολλὰ ἄν τις εὕροι πρὸς τὴν ἀνθρωπίνην σύστασιν ὑπὸ τούτων τῶν δημιουργημάτων συντελούμενα, ἅπερ οὐκ ἂν δυνηθείη τις μετὰ ἀκριβείας ἅπαντα εἰπεῖν· διὸ χρὴ ἐκ τῶν ὀλίγων στοχασαμένους εἰδέναι, ὅση τούτων ἐστὶν ἡ χρεία, καὶ θαυμάσαντας τὰ δημιουργήματα, προσκυνεῖν τὸν τούτων δημιουργὸν, καὶ ἀνυμνεῖν, καὶ ἐκπλήττεσθαι τὴν ἄφατον φιλανθρωπίαν, ἣν περὶ τὴν τῶν ἀνθρώπων φύσιν ἐπεδείξατο, δι' οὐδὲν ἕτερον ταῦτα ἅπαντα παραγαγὼν, ἀλλ' ἢ διὰ τὸν ἄνθρωπον, ὃν μέλλει μετ' οὐ πολὺ, καθάπερ τινὰ βασιλέα καὶ ἄρχοντα, ἐφιστᾷν πᾶσι τοῖς ὑπ' αὐτοῦ δημιουργηθεῖσι. Καὶ εἶδεν ὁ Θεὸς, φησὶν, ὅτι καλόν. Εἶδες πῶς καθ' ἑκάστην ἡμέραν δείκνυσιν ἡ θεία Γραφὴ ἀρεσκόμενον αὐτὸν τοῖς δημιουργήμασιν, ἵνα πᾶσαν ἐκκόψῃ ἀφορμὴν τῶν ἐπισκήπτειν τολμώντων τοῖς ὑπ' αὐτοῦ γεγενημένοις; Ὅτι γὰρ τούτου ἕνεκεν καθ' ἕκαστον τοῦτο ἐπισημαίνεται ἡ θεία Γραφὴ, ἐκ τῆς συνεχείας δῆλον καθέστηκεν. Ἤρκει γὰρ μετὰ πάντα τὰ δημιουργήματα ἅπαξ εἰπεῖν, ὅτι πάντα ὅσα ἐποίησε, καλὰ λίαν· ἀλλ' εἰδυῖα τῆς ἀσθενείας τῶν ἡμετέρων λογισμῶν τὴν ὑπερβολὴν, καὶ κατὰ μέρος τοῦτο ποιεῖ, διδάσκουσα ἡμᾶς, ὅτι σοφίᾳ τινὶ εὐμηχάνῳ, καὶ φιλανθρωπίᾳ ἀφάτῳ ἅπαντα παρήχθη. Καὶ ἐγένετο, φησὶν, ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τετάρτη. Ἐπειδὴ γὰρ ἀπήρτισε τὸν τοῦ οὐρανοῦ κόσμον, καλλωπίσας αὐτὸν τοῖς ἄστροις καὶ τοὺς δύο φωστῆρας τοὺς μεγάλους παραγαγὼν, τέλος τῇ ἡμέρᾳ ἐπέθηκε· καί φησιν, Ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τετάρτη. Σκόπει πῶς καθ' ἑκάστην ἡμέραν οὕτω λέγει, τῇ πυκνότητι τῆς διδασκαλίας ἐμπῆξαι τῇ διανοίᾳ βουλόμενος τὰ θεῖα δόγματα.