Ancient Greek · ~15 min
ΟΜΙΛΙΑ Ζʹ Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-4
Not analysed yet
Αὕτη ἐστὶν ἡ εὐλογία, τὸ εἰς πλῆθος αὐτὰ ἐπιδοῦναι. Ἐπειδὴ γὰρ ἔμψυχα ἦν τὰ ζῶα τὰ δημιουργηθέντα, ἐβούλετο δὲ διηνεκῆ τούτων εἶναι τὴν σύστασιν· διὰ τοῦτο ἐπήγαγε· Καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς, καὶ εἶπεν· Αὐξάνεσθε, καὶ πληθύνεσθε. Τὸ γὰρ ῥῆμα ἐκεῖνο μέχρι τοῦ παρόντος ταῦτα συγκρατεῖ, καὶ τοσοῦτο μῆκος χρόνου παρέδραμε, καὶ οὐδὲ ἓν τούτων γένος ἠλαττώθη. Ἡ γὰρ εὐλογία ἡ παρὰ τοῦ Θεοῦ, καὶ τὸ ῥῆμα τὸ λέγον, Αὐξάνεσθε καὶ πληθύνεσθε, τὴν σύστασιν αὐτοῖς καὶ τὴν διαμονὴν ταύτην ἅπασαν ἐχαρίσατο. Καὶ ἐγένετο, φησὶν, ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα πέμπτη. Εἶδες πῶς καὶ τὰ κατὰ τὴν πέμπτην ἡμέραν δημιουργηθέντα ζῶα ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφή; Ἀλλὰ μικρὸν ἀνάμεινον, καὶ ὄψει πάλιν τοῦ σοῦ Δεσπότου τὴν φιλανθρωπίαν. Οὐδὲ γὰρ μόνον τὰ ὕδατα πρὸς τὴν τῶν ζώων γένεσιν διήγειρεν, ἀλλὰ καὶ ἐκ τῆς γῆς πάλιν ἀναδοθῆναι προσέταξε ζῶα χερσαῖα. Οὐδὲν γὰρ ἄτοπον μικρὸν ἐφάψασθαι σήμερον καὶ τῶν κατὰ τὴν ἕκτην ἡμέραν γενομένων. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ, καὶ θηρία ἐπὶ τῆς γῆς, καὶ τὰ κτήνη, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος. Καὶ ἐγένετο οὕτως. Ὅρα καὶ τὴν γῆν πάλιν διπλῆν καρποφορίαν παρέχουσαν, καὶ τῷ προστάγματι τοῦ Δεσπότου ὑπηρετουμένην. Τότε μὲν γὰρ τῶν σπερμάτων τὴν βλάστην ἐξέδωκε, νῦν δὲ ζῶα ἔμψυχα, τετράποδα, ἑρπετὰ, θηρία καὶ κτήνη. Ἰδοὺ ὅπερ ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν δείκνυται, ὅτι οὐ διὰ χρείαν ἡμετέραν μόνον ἅπαντα παρήγαγεν, ἀλλὰ καὶ δι' ὠφέλειαν, ἵνα ὁρῶντες τὴν ἄφθονον περιουσίαν τῶν αὐτοῦ δημιουργημάτων, ἐκπληττώμεθα τοῦ δημιουργοῦ τὴν δύναμιν, καὶ εἰδέναι ἔχωμεν ὡς σοφίᾳ τινὶ καὶ ἀφάτῳ φιλανθρωπίᾳ διὰ τὴν εἰς τὸν μέλλοντα ἄνθρωπον γίνεσθαι τιμὴν, ταῦτα ἅπαντα παρήχθη. Καὶ ἐποίησε, φησὶν, ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος αὐτῶν, καὶ τὰ κτήνη κατὰ γένος αὐτῶν, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐτῶν. Καὶ εἶδεν ὁ Θεὸς, ὅτι καλά. Ποῦ νῦν εἰσιν οἱ τολμῶντες λέγειν; διὰ τί θηρία; διὰ τί ἑρπετά; Ἀκουέτωσαν τῆς θείας Γραφῆς λεγούσης, Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. Εἰπέ μοι, αὐτὸς ὁ δημιουργήσας ἐπαινεῖ τὰ γινόμενα, καὶ σὺ ἐπισκήπτειν τολμᾷς; Καὶ πόσης οὐκ ἂν εἴη τοῦτο μανίας; Ἐπεὶ καὶ ἐν τοῖς σπέρμασι καὶ ἐν τοῖς φυτοῖς οὐ μόνον ἔγκαρπα δένδρα ἀνέδωκεν ἡ γῆ, ἀλλὰ καὶ ἄκαρπα, καὶ οὐ μόνον ἀχρησίμους βοτάνας, ἀλλὰ καὶ ἡμῖν ἀγνώστους ἐκφέρει, πολλάκις καὶ ἐπιβλαβεῖς· ἀλλ' οὐ διὰ τοῦτο τολμήσει τις μέμφεσθαι τοῖς γινομένοις· οὐδὲν γὰρ μάτην, οὐδὲ ἁπλῶς γεγένηται. Οὐδὲ γὰρ ἂν τὸν ἔπαινον ἐδέξατο παρὰ τοῦ Δεσπότου, εἰ μὴ πρὸς χρείαν τινὰ ἐπωφελῆ δεδημιούργηται. Καθάπερ οὖν ἐπὶ τῶν δένδρων οὐ πάντα ἐστὶν ἔγκαρπα, ἀλλὰ καὶ ἄκαρπα πολλὰ, καὶ οὐκ ἔλαττον τῶν ἐγκάρπων κἀκεῖνα θαυμαστὴν ἡμῖν τὴν χρείαν παρέχεται, πρὸς τὴν ἀνάπαυσιν τὴν ἡμετέραν συντελοῦντα· καὶ γὰρ καὶ οἰκοδομὰς ἐξ αὐτῶν, καὶ πολλὰς ἑτέρας χρείας πρὸς τὴν ἡμετέραν ἀνάπαυσιν συντελούσας κατασκευάζομεν, καὶ ὅλως οὐδέν ἐστιν, ὃ μὴ λόγῳ τινὶ δεδημιούργηται, εἰ καὶ ἡ ἀνθρωπίνη φύσις οὐκ ἰσχύει πάντων μετὰ ἀκριβείας εἰδέναι τὸν λόγον· ὥσπερ οὖν ἐπὶ τῶν δένδρων, οὕτω καὶ ἐπὶ τῶν ζώων τὰ μὲν πρὸς βρῶσιν ἡμῖν ἐστιν ἐπιτήδεια, τὰ δὲ πρὸς ὑπηρεσίαν. Καὶ τῶν θηρίων δὲ τὰ γένη, καὶ τῶν ἑρπετῶν οὐ μικρὰν ἡμῖν χρείαν συντελεῖ, καὶ εἰ βουληθείη τις εὐγνωμόνως καταμαθεῖν, εὑρίσκει καὶ νῦν, ὅτε τῆς ἀρχῆς αὐτῶν ἀφῃρέθημεν διὰ τὴν τοῦ πρωτοπλάστου παρακοὴν, πολλὴν τὴν ἀπ' αὐτῶν ὠφέλειαν ἡμῖν προσγινομένην. Πολλὰ γὰρ καὶ ἐκ τούτων λαμβάνοντες ἰατρῶν παῖδες κατασκευάζουσι πρὸς τὴν τῶν ἡμετέρων σωμάτων ὑγίειαν συντελεῖν δυνάμενα. Ἄλλως δὲ ποία βλάβη ἐκ τῆς τῶν θηρίων δημιουργίας, ὁπότε καθάπερ τὰ ἥμερα, οὕτω καὶ αὐτὰ ὑπὸ τὴν ἐξουσίαν τυγχάνειν ἤμελλε τοῦ μετ' οὐ πολὺ μέλλοντος δημιουργεῖσθαι; Τοῦτο γὰρ τέως φημί.