Ancient Greek · ~17 min
ΟΜΙΛΙΑ ΚΔʹ Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ· ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-14
Not analysed yet
Πάλιν δὲ ἕτερον ἡμῖν ἀνακύπτει ζήτημα· Τί δήποτε ἀπὸ μὲν τῶν ἀκαθάρτων δύο δύο, ἀπὸ δὲ τῶν καθαρῶν ἑπτὰ ἑπτά; καὶ πάλιν· Τίνος ἕνεκεν οὐχ ἓξ, οὐδὲ ὀκτὼ, ἀλλ' ἑπτά; Τάχα εἰς πολὺ μῆκος ὁ λόγος ἡμῖν ἐκτείνεται· ἀλλ' εἰ μὴ ἀπεκάμετε, καὶ βούλεσθε, συντόμως καὶ περὶ τούτων διδάξομεν τὴν ὑμετέραν ἀγάπην, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις χορηγήσῃ. Πολλοὶ γὰρ πολλὰ περὶ τούτων μυθολογοῦσι, καὶ ἐντεῦθεν ἀφορμὴν λαμβάνοντες παρατηρήσεις ἀριθμῶν ἐπιδείκνυνται. Ὅτι δὲ οὐκ ἔστι παρατήρησις, ἀλλ' ἡ ἄκαιρος φιλοπραγμοσύνη τῶν ἀνθρώπων ταῦτα ἀναπλάττειν ἐπιχειρεῖ, ὅθεν καὶ αἱ πλείους τῶν αἱρέσεων ἐτέχθησαν, αὐτίκα μάλα εἴσεσθε. Καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον (ἵνα δόξωμεν ὡς ἐκ περιουσίας ἐπιστομίζειν τοὺς τὰ ἀπὸ τῶν οἰκείων λογισμῶν ἐπεισφέροντας) εὑρίσκομεν ἐν ταῖς Γραφαῖς μᾶλλον τὸν τῆς συζυγίας ἀριθμὸν σωζόμενον. Καὶ γὰρ ἡνίκα ἀπέστελλε τοὺς μαθητὰς, δύο δύο αὐτοὺς ἀπέστελλε, καὶ αὐτοὶ δὲ πάντες δώδεκα ἦσαν, καὶ τὰ Εὐαγγέλια τέσσαρα τὸν ἀριθμόν ἐστιν. Ἀλλὰ ταῦτα περιττὸν κινεῖν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, δεδιδαγμένης ἅπαξ τοῖς τοιούτοις ἀποφράττειν τὰς ἀκοάς. Ἀναγκαῖον δὲ λοιπὸν εἰπεῖν, τίνος ἕνεκεν ἑπτὰ ἑπτὰ ἀπὸ τῶν καθαρῶν εἰσαχθῆναι εἰς τὴν κιβωτὸν προσέταξε. Τὸ μὲν πλείονα προστάξαι τῶν καθαρῶν εἰσαχθῆναι, διὰ τὸ παραμυθίαν τινὰ ἔχειν καὶ τὸν δίκαιον, καὶ τοὺς σὺν αὐτῷ τῆς ἐξ ἐκείνων ἀπολαύσεως μετέχοντας τὸ δὲ ἑπτὰ ἑπτὰ, καὶ τοῦτο πάλιν, εἰ τὴν αἰτίαν μάθοιτε, ἀπόδειξις ἂν εἴη μεγίστη τῆς φιλοθέου γνώμης τοῦ δικαίου. Ἐπειδὴ γὰρ ᾔδει ὁ φιλάνθρωπος Θεὸς τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ ὅτι δίκαιος ὢν, καὶ τοσαύτης ἀπολαύσας παρὰ τοῦ Δεσπότου φιλανθρωπίας, καὶ τοῦ τοσούτου κλυδωνίου διαφυγὼν τὴν πεῖραν, ἤμελλε μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν, καὶ τὸ ἐλευθερωθῆναι τῆς ἐν τῇ κιβωτῷ διαγωγῆς, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυσθαι, καὶ βούλεσθαι θυσίας ἀνενέγκαι ὑπὲρ εὐχαριστίας τῶν γεγενημένων καὶ ὑπηργμένων αὐτῷ, ἵνα μὴ τοῦτο ποιῶν ἀκρωτηριάσῃ τὰς συζυγίας, διὰ τοῦτο προειδὼς αὐτοῦ τῆς γνώμης τὸ εὐχάριστον κελεύει ἑπτὰ ἑπτὰ εἰσάγεσθαι ἀφ' ἑκάστου γένους τῶν ὀρνέων, ἵνα τῆς πανωλεθρίας παυσαμένης καὶ τὸν οἰκεῖον σκοπὸν ἐπιδείξηται, καὶ τῇ συζυγίᾳ τῶν πετεινῶν καὶ τῶν λοιπῶν ὀρνέων μὴ λυμήνηται, ὃ δὴ καὶ προϊούσης τῆς διδασκαλίας μαθήσεσθε, ἐπειδὰν εἰς αὐτὸν τὸν τόπον παραγενώμεθα. Ὄψεσθε γὰρ τὸν δίκαιον τοῦτον τοῦτο πεποιηκότα. Ἐμάθετε τὴν αἰτίαν, δι' ἣν ἑπτὰ ἑπτὰ εἰσαγαγεῖν προσετάχθη. Μηκέτι λοιπὸν ἀνέχεσθε τῶν μυθολογεῖν ἐπιχειρούντων, καὶ καταστοιχειουμένων τῆς θείας Γραφῆς, καὶ τὰ ἀπὸ τοῦ οἰκείου νοὸς ἐπεισφερόντων τοῖς θείοις διδάγμασιν. Ἐπειδὴ τοίνυν διετάξατο πάντα σαφῶς, καὶ περὶ τῶν ὀρνέων, καὶ περὶ τῶν καθαρῶν, καὶ περὶ τῶν ἀκαθάρτων, καὶ τῆς τούτων διατροφῆς, φησὶ πρὸς τὸν δίκαιον· Ἔτι γὰρ ἡμερῶν ἑπτὰ, καὶ ἰδοὺ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ ἐξαλείψω πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους. Σκόπει μοι καὶ ἐκ τῶν νῦν εἰρημένων τῆς ἀγαθότητος αὐτοῦ τὴν ὑπερβολὴν, πῶς μετὰ τὴν τοσαύτην μακροθυμίαν καὶ νῦν πρὸ ἑπτὰ ἡμερῶν προλέγει, βουλόμενος τῷ φόβῳ σωφρονεστέρους αὐτοὺς ποιῆσαι, καὶ εἰς μετάνοιαν ἀγαγεῖν. Καὶ ὅτι διὰ τοῦτο προλέγει, ἵνα μὴ ἐπαγάγῃ τὰ παρ' αὐτοῦ εἰρημένα, ἐννόει μοι τοὺς Νινευΐτας, καὶ βλέπε πόση ἡ διαφορὰ τούτων κἀκείνων. Μετὰ γὰρ τοσαῦτα ἔτη ἀκούσαντες ὅτι ἐπὶ θύραις ἐστὶ τὰ δεινὰ, οὐδὲ οὕτω τῆς κακίας ἔστησαν. Καὶ μὴν εἰώθαμέν πως, μελλούσης μὲν τῆς τιμωρίας, ῥᾳθυμεῖν καὶ διαναβάλλεσθαι· ἐπειδὰν δὲ πλησίον ὦμεν τῶν λυπεῖν δυναμένων, τότε συστέλλεσθαι καὶ πολλὴν ἐπιδείκνυσθαι τὴν μεταβολήν· ὃ δὴ καὶ ἐπὶ τῶν Νινευϊτῶν γέγονεν. Ἐπειδὴ γὰρ ἤκουσαν, ὅτι Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται, οὐ μόνον οὐκ ἀπηγόρευσαν, ἀλλὰ καὶ διανέστησαν πρὸς τὸ ῥηθὲν, καὶ τοσαύτην τῶν κακῶν τὴν ἀποχὴν ἐποιήσαντο, καὶ οὕτως ἀκριβῆ τὴν ἐξομολόγησιν ἐπεδείξαντο, ὡς καὶ μέχρι τῶν ἀλόγων ἐπεκτεῖναι αὐτοὺς τὰ τῆς ἐξομολογήσεως· οὐχ ὅτι δὲ τὰ ἄλογα ἐξωμολογήσαντο (πῶς γὰρ τὰ λόγων ἔρημα;) ,ἀλλ' ἵνα διὰ τούτων ἐπισπάσωνται εἰς τὴν περὶ αὑτοὺς φιλανθρωπίαν τὸν ἀγαθὸν Δεσπότην. Κηρύξαντες γὰρ, φησὶ, νηστείαν, προσέταξαν οἱ περὶ τὸν βασιλέα, καὶ τὰ κτήνη, καὶ τοὺς βόας, καὶ πάντα τὰ ἄλογα μήτε νομῆς μετασχεῖν, μήτε ὕδατος, ἀλλὰ πᾶσα τότε ἡ τῶν ἀνθρώπων φύσις σάκκον περιβαλ[λ]ομένη, καὶ αὐτὸς ὁ ἐπὶ τοῦ θρόνου καθήμενος βασιλεὺς, πολλὴν καὶ σύντονον τὴν ἐξομολόγησιν ἐποιήσαντο, καὶ ταῦτα οὐκ εἰδότες ὅτι διαφεύξονται τὴν τιμωρίαν. Ἔλεγον γὰρ, Τίς οἶδεν, εἰ ἄρα μετανοήσει ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε ποιῆσαι ἡμῖν;