Ancient Greek · ~10 min
ΟΜΙΛΙΑ Δʹ Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6
Not analysed yet
Ἀλλ' οὐκ οἶδα πῶς πάλιν ὑπὸ τῆς ῥύμης τοῦ λόγου εἰς ταῦτα ἐξενεχθέντες, τῆς ἀκολουθίας ἐξεπέσαμεν· διὸ πάλιν ἐπαναγαγεῖν δεῖ τὸν λόγον ἐπὶ τὰ πρότερα. Καὶ ἐκάλεσε, φησὶν, ὁ Θεὸς τὸ στερέωμα οὐρανὸν, καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. Ἐπιθεὶς τὴν προσηγορίαν τῷ στερεώματι, καὶ ἐπαινέσας τὸ γεγονὸς, τέλος ἐπέθηκε τῇ δευτέρᾳ ἡμέρᾳ, καί φησι· Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. Εἶδες πῶς μετὰ ἀκριβείας ἡμᾶς διδάσκει τὸ μὲν τέλος τοῦ φωτὸς ἑσπέραν καλῶν, τὸ δὲ τέλος τῆς νυκτὸς πρωῖαν, καὶ ἡμέραν τὸ πᾶν προσαγορεύων, ὥστε μὴ πλανᾶσθαι ἡμᾶς, μηδὲ νομίζειν τὴν ἑσπέραν τέλος εἶναι τῆς ἡμέρας, ἀλλ' εἰδέναι σαφῶς ὅτι ἀμφοτέρων τὸ μῆκος μίαν ἡμέραν πληροῖ; Καὶ ἡ μὲν ἑσπέρα τέλος τοῦ φωτὸς ἂν δικαίως λέγοιτο, ὁ δὲ ὄρθρος, τοῦτ' ἔστι, τὸ τέλος τῆς νυκτὸς, πλήρωμα τῆς ἡμέρας. Τοῦτο γὰρ βούλεται δηλοῦν ἡ θεία Γραφὴ φάσκουσα, Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. Τάχα εἰς πολὺ μῆκος τὸν λόγον ἐξετείναμεν, οὐχ ἑκόντες, ἀλλ' ὑπ' αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς τῶν λόγων ἀκολουθίας, καθάπερ ὑπὸ χειμάῤῥου τινὸς σφοδροτάτου παρασυρέντες. Καὶ τούτου δὲ ὑμεῖς αἴτιοι, οἱ μεθ' ἡδονῆς ἀκούοντες τῶν παρ' ἡμῶν λεγομένων. Οὐδὲν γὰρ οὕτω διεγείρειν δύναται τὸν λέγοντα, καὶ εἰς πλείονα εὐπορίαν ἀγαγεῖν νοημάτων, ὡς ἡ τῶν ἀκροατῶν προθυμία. Καὶ ὥσπερ οἱ ἀναπεπτωκότες καὶ ῥᾴθυμοι ἀκροαταὶ καὶ τὸν λέγειν δυνάμενον ὀκνηρότερον ἀπεργάζονται· οὕτως ὑμεῖς διὰ τὴν τοῦ Θεοῦ χάριν, κἂν αὐτῶν τῶν λίθων ὦμεν ἀφωνότεροι, ἱκανοὶ τυγχάνετε τὴν ἡμετέραν νωθείαν διεγεῖραι, καὶ τὸν ὕπνον ἀποτινάξαι, καὶ βιάσασθαι εἰπεῖν τι τῶν ὑμῖν χρησίμων καὶ εἰς τὴν ὑμετέραν οἰκοδομὴν συντεινόντων. Ἐπεὶ οὖν τοιοῦτοι τυγχάνετε θεοδίδακτοι ὄντες, δυνάμενοι, κατὰ τὸν μακάριον Παῦλον, καὶ ἄλλους νουθετεῖν, φέρε παρακαλέσωμεν ὑμᾶς, εἰ καί ποτε ἄλλοτε, κατὰ τὸν τῆς νηστείας καιρὸν, πολλὴν τῆς ἀρετῆς τὴν κατὰ Θεὸν πρόνοιαν ποιήσασθαι, καὶ μὴ προσκορὴς ὑμῖν ὁ λόγος γένηται, εἰ καθ' ἑκάστην ἡμέραν ὑμῖν περὶ τῶν αὐτῶν διαλεγόμεθα· τὰ αὐτὰ γὰρ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, κατὰ τὸν μακάριον Παῦλον, ὑμῖν δὲ ἀσφαλές. Δεῖται γὰρ ἡμῶν ἡ ψυχὴ ῥᾴθυμος οὖσα συνεχοῦς τῆς ὑπομνήσεως. Καὶ καθάπερ τὸ σῶμα τοῦτο καθ' ἑκάστην ἡμέραν δεῖται τῆς σωματικῆς τροφῆς, ὥστε μὴ εἰς πολλὴν ἀσθένειαν ἐμπεσὸν ἀνενέργητον κεῖσθαι· οὕτω δὴ καὶ ἡ ψυχὴ χρῄζει τῆς πνευματικῆς τροφῆς καὶ τῆς ἀρίστης πολιτείας, ὥστε ἐν συνηθείᾳ τινὶ τῶν καλῶν γινομένην αὐτὴν, ἀχείρωτον λοιπὸν καταστῆναι ταῖς ἐπιβουλαῖς τοῦ πονηροῦ.