Ancient Greek · ~16 min
ΟΜΙΛΙΑ Δʹ Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 7.1
Not analysed yet
Καθ' ἑκάστην τοίνυν τὴν ἡμέραν ταύτης τὴν ἰσχὺν περιεργαζώμεθα, καὶ ἑαυτοὺς διερευνώμενοι μηδέποτε διαλείπωμεν· καὶ λογοθέσιον ἑαυτοῖς ποιῶμεν, καὶ τῶν εἰσαγομένων, καὶ τῶν ἐξαγομένων, τί μὲν χρησίμως ἐφθεγξάμεθα, τί δὲ ἀργὸν ῥῆμα προηνέγκαμεν, καὶ πάλιν, τί μὲν τῶν ἐπωφελῶν διὰ τῆς ἀκοῆς εἰς τὴν ψυχὴν εἰσηγάγομεν, τί δὲ τῶν βλάπτειν δυναμένων πάλιν εἰς ταύτην εἰσηνέγκαμεν. Καὶ τῇ μὲν γλώττῃ κανόνας τινὰς καὶ ὅρους ἐπιθῶμεν, ὥστε πρότερον διαμαρυκᾶσθαι τὰ ῥήματα, καὶ οὕτω προφέρειν τοὺς λόγους· τὴν δὲ διάνοιαν παιδεύωμεν μηδὲν προΐεσθαι τῶν βλαβερῶν, ἀλλὰ κἂν ἔξωθέν τι ἐπεισφέρηται τοιοῦτον, τοῦτο ὡς περιττὸν καὶ βλάπτειν δυνάμενον ἀποσείεσθαι, κἂν ἔνδοθεν τίκτηται, ταχέως αὐτὸ φυγαδεύειν τῷ εὐσεβεῖ λογισμῷ, καὶ μὴ νομίζωμεν τὴν ἀσιτίαν μόνον τὴν μέχρι τῆς ἑσπέρας ἀρκεῖν ἡμῖν πρὸς σωτηρίαν. Εἰ γὰρ Ἰουδαίοις τοῖς ἀγνώμοσιν ἔλεγεν ὁ φιλάνθρωπος Δεσπότης διὰ τοῦ προφήτου· Ἰδοὺ ἔτη ἑβδομήκοντα· μὴ νηστείαν νενηστεύκατέ μοι; Καὶ ἐὰν φάγητε καὶ πίνητε, οὐχ ὑμεῖς ἐσθίετε καὶ πίνετε; Τάδε λέγει Κύριος παντοκράτωρ· κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεον καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, καὶ χήραν, καὶ ὀρφανὸν, καὶ προσήλυτον, καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν. Εἰ τοίνυν ἐκείνοις τοῖς ἐπὶ τῇ σκιᾷ παρακαθημένοις, καὶ τῷ σκότῳ τῆς πλάνης προσηλωμένοις, οὐδὲν ὄφελος ἀπὸ τῆς νηστείας μόνης ἐγίνετο, μὴ ταῦτα κατωρθωκόσι, καὶ τὴν κακίαν τὴν πρὸς τὸν πλησίον ἐκ τῆς καρδίας ἐξορίσασι, ποίαν ἕξομεν ἡμεῖς ἀπολογίαν οἱ τὰ μείζονα ἀπαιτούμενοι, καὶ οὐ ταῦτα μόνον ποιεῖν κελευόμενοι, ἀλλὰ καὶ ἐχθροὺς ἀγαπᾷν, καὶ εὐεργετεῖν προσταττόμενοι; καὶ τί λέγω, εὐεργετεῖν; εὔχεσθαι μὲν οὖν ὑπὲρ αὐτῶν, καὶ τὸν Δεσπότην παρακαλεῖν, καὶ ἱκετεύειν εἰς τὴν ὑπὲρ τούτων κηδεμονίαν; Τοῦτο γὰρ ἡμῖν μάλιστα πάντων ἐν ἐκείνῃ τῇ φοβερᾷ προστήσεται ἡμέρᾳ, καὶ δαπάνη μεγίστη ἔσται τῶν ἡμῖν ἡμαρτημένων, ἐὰν οὕτω πρὸς τοὺς ἐχθρωδῶς πρὸς ἡμᾶς ἔχοντας διακείμεθα. Εἰ γὰρ καὶ μέγα ἐστὶ σφόδρα τὸ ἐπίταγμα, ἀλλ' ἐὰν τὸ ἔπαθλον ἐννοήσῃς τὸ κείμενον τοῖς τοῦτο κατορθοῦσιν, οὐδὲν ὅλως φανεῖται, κἂν σφόδρα μέγα ᾖ. Τί δὲ τοῦτό ἐστιν; Ἐὰν τοῦτο ποιήσητε, φησὶν, ὅμοιοι ἔσεσθε τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς. Καὶ ἵνα σαφέστερον ἡμῖν τὸν λόγον ποιήσῃ, ἐπήγαγεν, Ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Μιμῇ γὰρ, φησὶ, κατὰ δύναμιν ἀνθρωπίνην τὸν Θεόν. Καθάπερ γὰρ ἐκεῖνος οὐ δικαίοις μόνον τὸν ἥλιον ἀνατέλλει, ἀλλὰ καὶ τοῖς τὰ πονηρὰ ἐργαζομένοις, καὶ τὸν ὑετὸν καὶ τοὺς ἐτησίους ὄμβρους οὐ τοῖς ἀγαθοῖς μόνον χορηγεῖ, ἀλλὰ καὶ τοῖς πονηροῖς· οὕτω καὶ σὺ, ἐὰν μὴ μόνον τοὺς ἀγαπῶντας ἀγαπᾷς, ἀλλὰ καὶ τοὺς ἐχθρωδῶς πρὸς σὲ διακειμένους, κατὰ τὴν δύναμιν τὴν σὴν τὸν Δεσπότην μιμῇ τὸν σόν. Εἶδες πῶς εἰς τὴν ἀνωτάτω κορυφὴν ἀνήγαγε τὸν ταύτην κατορθοῦν δυνάμενον τὴν ἀρετήν; Ἀλλὰ μὴ τὸ δυσχερὲς μόνον ἐννόει τοῦ πράγματος, ἀγαπητὲ, ἀλλὰ πρότερον ἀναλογίζου κατὰ σαυτὸν, ὅσης μέλλεις ἀξιοῦσθαι τῆς τιμῆς· καὶ ἡ τῆς τιμῆς ὑπόθεσις τὸ βαρὺ καὶ φορτικὸν κοῦφόν σοι κατασκευαζέτω. Οὐ γὰρ ὀφείλεις χάριν εἰδέναι, ὅτι ἀφορμὴν εὑρίσκεις διὰ τῆς εἰς τὸν ἐχθρὸν εὐεργεσίας ἀνοιγῆναί σοι τῆς πρὸς τὸν Θεὸν παῤῥησίας τὰς θύρας, καὶ τῶν ἡμαρτημένων σοι τὴν δαπάνην ἐργάσασθαι; Ἀλλ' ἴσως ἐπιθυμεῖς ἀμύνασθαι τὸν ἐχθρὸν, καὶ τὸν κακῶς σε διατιθέντα τοῖς ἴσοις περιβαλεῖν ἢ καὶ μείζοσι; Καὶ τί πλέον ἐκ τούτου ἔσται, ὅταν μετὰ τοῦ μηδὲ ὄνησίν σοί τινα γίνεσθαι καὶ εὐθύνας μέλλεις ὑπὲρ τούτου ὑπέχειν ἐν τῷ φοβερῷ ἐκείνῳ δικαστηρίῳ, ὡς τοὺς ὑπ' αὐτοῦ τεθέντας νόμου παραχαράξας; Εἰπὲ γάρ μοι, εἰ βασιλεύς τις τῶν ἐπὶ γῆς νόμον τοιοῦτον ἔθηκεν, ὥστε τοὺς ἐχθροὺς θεραπεύειν, ἢ θάνατον εἶναι τὴν τιμωρίαν, οὐκ ἂν διὰ τὸν φόβον τοῦ σωματικοῦ τούτου θανάτου πάντες ἐπέδραμον εἰς τὴν τοῦ νόμου ἐκπλήρωσιν; Πόσης οὖν οὐκ ἂν εἴη κατηγορίας ἄξιον, διὰ μὲν τὸν σωματικὸν θάνατον, ὃν καὶ ἄνευ τούτου τὸ τῆς φύσεως ἡμῖν χρέος πάντως ἐπάγει, πάντα καταδέχεσθαι ποιεῖν, διὰ δὲ τὸν θάνατον, ἔνθα παραμυθίαν οὐκ ἔστιν εὑρεῖν, ἔλαττον φροντίζειν τοῦ ὑπὸ τοῦ τῶν ἁπάντων Δεσπότου κειμένου νόμου;