Ancient Greek · ~8 min
ΟΜΙΛΙΑ ΚΔʹ Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ· ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 7-2
Not analysed yet
Εἶδες βαρβάρων εὐγνωμοσύνην; εἶδες πῶς οὐδὲ ἡ τῶν ἡμερῶν στενοχωρία αὐτοὺς ὀκνηροτέρους εἰργάσατο, οὐδὲ ἀπαγορεῦσαι πεποίηκεν; Ὅρα καὶ τούτους μετὰ τοσοῦτον ἀριθμὸν ἐτῶν ἀκούσαντας, ὅτι ἔτι ἑπτὰ ἡμέραι, καὶ ὁ κατακλυσμὸς ἐπάγεται, οὐδὲ οὕτως ἐπιστρεφομένους, ἀλλ' ἀναλγήτως διακειμένους, ὅθεν ὡμολογημένον ἂν εἴη, ὅτι ἡ προαίρεσις ἡ ἡμετέρα τῶν κακῶν ἁπάντων αἰτία. Ἰδοὺ γὰρ καὶ οὗτοι ἄνθρωποι, κἀκεῖνοι ἄνθρωποι, καὶ τῆς αὐτῆς φύσεως, ἀλλ' οὐ τῆς αὐτῆς προαιρέσεως. Διὸ οὐδὲ τῶν αὐτῶν ἀπήλαυσαν, ἀλλ' οἱ μὲν διέφυγον τὴν καταστροφὴν, τοῦ ἀγαθοῦ Θεοῦ ἀρκεσθέντος αὐτῶν τῇ μετανοίᾳ διὰ τὴν οἰκείαν φιλανθρωπίαν, οἱ δὲ ὑποβρύχιοι γενόμενοι πανωλεθρίᾳ παρεδόθησαν. Ἔτι γὰρ, φησὶν, ἡμερῶν ἑπτὰ, ἐπάγω ὑετὸν ἐπὶ τῆς γῆς. Εἶτα αὐξῆσαι τὸν φόβον βουλόμενός φησι· Τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Τί γάρ; οὐκ ἦν αὐτῷ δυνατὸν, εἴπερ ἐβούλετο, ἐν μιᾷ ἡμέρᾳ πάντα τὸν ὑετὸν ἐπαγαγεῖν; Τί δὲ λέγω ἐν μιᾷ ἡμέρᾳ; Ἐν μιᾷ ῥοπῇ. Ἀλλ' ἐπίτηδες τοῦτο ποιεῖ βουλόμενος ὁμοῦ καὶ τὸν φόβον ἐπιτεῖναι, καὶ ἀφορμὴν αὐτοῖς παρασχεῖν τοῦ κἂν πρὸς αὐταῖς ταῖς θύραις γενομένους τὴν τιμωρίαν διαφυγεῖν. Καὶ ἐξαλείψω, φησὶ, πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους. Ὅρα πῶς καὶ ἅπαξ καὶ δεύτερον προλέγει, καὶ οὐδὲ οὕτω καθικνεῖται. Ταῦτα δὲ πάντα ἐποίει, ἵνα ἡμᾶς διδάξῃ, ὅτι δικαίως αὐτοῖς τὴν τοσαύτην τιμωρίαν ἐπήγαγε, καὶ μηδεὶς ἔχῃ μέμφεσθαι τῶν ἀνοήτων, καὶ λέγειν, ὅτι Εἰ ἐμακροθύμησεν, ἄρα ἂν ἀπέσχοντο τῆς κακίας, καὶ ἐπανῆλθον πρὸς τὴν ἀρετήν. Διὸ καὶ τῶν ἐτῶν τὸν ἀριθμὸν δῆλον ἡμῖν ποιεῖ, καὶ τῆς κιβωτοῦ τὴν κατασκευὴν προστάττει. Καὶ μετὰ ταῦτα ἅπαντα καὶ πρὸ τῶν ἑπτὰ ἡμερῶν προλέγει, ἵνα πάντων τῶν ἀπερισκέπτως φθέγγεσθαι βουλομένων ἐπιστομίσῃ τὴν ἀναίσχυντον γλῶσσαν. Καὶ ἐποίησε, φησὶ, Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Ὅρα πῶς καὶ νῦν ἀνακηρύττει τοῦ δικαίου τὴν εὐγνωμοσύνην καὶ τὴν ὑπακοὴν ἡ θεία Γραφὴ, διδάσκουσα ὡς οὐδὲν τῶν ἐπιταχθέντων παρέλιπεν, ἀλλὰ πάντα πληρώσας, τῆς οἰκείας ἀρετῆς καὶ διὰ τούτου τὴν ἀπόδειξιν παρέσχετο.