Ancient Greek
Section 10
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Heliam et viduam 10
Not analysed yet
Τάχα πλείω τοῦ δέοντος τὰ εἰρημένα. Εἴθε μὲν οὖν πάσας τὰς ἡμέρας ἐνδιατρίβειν ἦν τοῖς περὶ τῆς ἐλεημοσύνης λόγοις. Εἰ δὲ ἀρκούντως ὑμῖν ἔχειν ταῦτα δοκεῖ, φέρε αὐτὰ ἀνακεφαλαιωσώμεθα πάντα. Εἶπον τίνος ἕνεκεν ὁ προφήτης πρὸς τὴν χήραν ἀπεστέλλετο, ἵνα μὴ μακαρίζῃς πενίαν, ἵνα μὴ θαυμάζῃς πλοῦτον, ἵνα μὴ τὸν εὔπορον ζηλωτὸν εἶναι νομίζῃς, ἵνα μὴ τὸν ἐν πτωχείᾳ ζῶντα ἄθλιον καὶ ἐλεεινὸν, ἵνα μάθῃς τὴν Ἰουδαϊκὴν πονηρίαν. Ἔθος γὰρ τῷ Θεῷ μέλλοντι κολάζειν, καὶ ἡμῖν ἀπολογεῖσθαι διὰ τῶν πραγμάτων αὐτῶν· ἵνα μὴ μετὰ ταῦτα ἰδὼν τὸν κοινὸν ἁπάντων Σωτῆρα παρὰ μὲν ἐκείνων ἐλαυνόμενον, παρὰ δὲ τῶν ἐθνῶν ὑποδεχόμενον, θαυμάζῃς καὶ διαπορῇς, ἄνωθεν αὐτῶν τὴν ἀγνωμοσύνην καταμαθὼν, καὶ ὡς ἔθος αὐτοῖς τοὺς εὐεργέτας ἐλαύνειν· ἵνα μὴ νομίσῃς ὠμότητος εἶναι τοῦ προφήτου τὴν εὐχὴν, καὶ τὴν τῆς τιμωρίας παράτασιν, ἀλλὰ ζήλου θείου καὶ κηδεμονίας· ἵνα μάθῃς ὅτι ἐν τοῖς μεγίστοις κατορθώμασι καὶ σωφρονισμοῦ ἡμῶν ἡ φύσις δεῖται· ἵνα μὴ παρακαλούμενος εἰς τὸν αὐτὸν τοῦ προφήτου ζῆλον, ἀδύνατον εἶναι νομίσῃς τὴν μίμησιν. Εἶπον περὶ τῆς χήρας, πῶς ἐν τοσαύτῃ στενοχωρίᾳ οὖσα, τοῦ λιμοῦ καταναγκάζοντος, οὐδὲ ῥῆμα πικρὸν πρὸς τὸν προφήτην ἐξέβαλε, καίτοι γε εἰκὸς ἦν· καὶ ἔδειξα καὶ τοῦτο ἐκ τῶν Ἰουδαϊκῶν φρονημάτων· ἀλλ' οὐδὲν τοιοῦτον ἔπαθεν ἐκείνη, ἀλλὰ μετὰ πάσης αὐτὸν ἐδέξατο φιλοφροσύνης, καὶ τὴν πενίαν ἅπασαν εἰς τὴν ἐκείνου τιμὴν ἐκένωσε, καὶ Σιδωνία οὖσα καὶ ἀλλόφυλος, καὶ οὔτε τῶν προφητῶν φιλοσοφούντων περὶ ἐλεημοσύνης ἤκουσεν, οὔτε τοῦ Χριστοῦ λέγοντος, Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Τίς οὖν ἡμῖν ἔσται συγγνώμη, εἰ μετὰ τοιαύτας παραινέσεις, εἰ μετὰ τοιούτων ἐπάθλων ὑπόσχεσιν, εἰ μετὰ τὴν βασιλείαν τῶν οὐρανῶν, μὴ φθάσαιμεν πρὸς τὸ αὐτὸ τῇ χήρᾳ τῆς φιλοφροσύνης μέτρον; Ἐκείνη μὲν γὰρ καὶ Σιδωνία ἦν, καὶ ἀλλόφυλος, καὶ γυνὴ χήρα, καὶ παίδων ἐπεμελεῖτο πολλῶν, καὶ λιμὸν ἐπικίνδυνον ἑώρα καὶ θάνατον προσδοκώμενον, καὶ ἄνθρωπον ἀγνῶτα ὑποδέχεσθαι ἔμελλε καὶ τὸν ἐπαγαγόντα τὸν λιμὸν, καὶ οὐδὲ οὕτως ἐφείσατο τῆς δρακός· ἡμεῖς δὲ καὶ προφητείας μετεσχηκότες, καὶ θεϊκῶν ἀπολαύοντες διδαγμάτων, καὶ πολλὰ περὶ τῶν μελλόντων φιλοσοφεῖν ἔχοντες, καὶ οὐδὲ λιμὸν ὁρῶντες ἐπικείμενον, καὶ πολὺ πλείονα κεκτημένοι τῆς γυναικὸς, ποίαν δυνησόμεθα ἀπολογίαν προβαλέσθαι φειδόμενοι τῶν ὄντων, καὶ τῆς ἑαυτῶν σωτηρίας ἀφειδοῦντες; Ὅπως ἂν οὖν τὰ χαλεπὰ ἐκεῖνα κολαστήρια ἐκφύγωμεν, πᾶσαν εὐσπλαγχνίαν εἰς τοὺς πένητας ἐπιδειξώμεθα, ἵνα καὶ ἡμεῖς τῶν μελλόντων ἀγαθῶν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ δόξα τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.