Ancient Greek
Section 9
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Heliam et viduam 9
Not analysed yet
Ἀλλ' οὐδὲν τούτων ἀπέτρεψε τὴν γυναῖκα, ἀλλ' ἐδίδου τροφὴν στόματι τῷ πᾶσαν αὐτῆς δαπανήσαντι τὴν τροφὴν, καὶ τὸν αἴτιον τοῦ λιμοῦ τοῖς λειψάνοις ἔτρεφε τοῦ λιμοῦ. Διὰ σὲ, φησὶν, ἡ ἅπασά μοι περιουσία εἰς τὴν δράκα περιέστη ταύτην· ἀλλ' οὐδὲ τῆς δρακὸς ταύτης φείδομαι διὰ σὲ, ἀλλὰ καὶ ἐμαυτὴν καὶ τὰ παιδία ἐπιδώσω θανάτῳ, ἵνα σὺ, φησὶν, ὁ τῆς στενοχωρίας αἴτιος μηδὲ μικρὰν τῆς στενοχωρίας αἴσθησιν λάβῃς. Ποίαν τις ὑπερβολὴν ἐπινοήσειε φιλοξενίας ἑτέραν; Οὐκ ἔστιν οὐδεμίαν εὑρεῖν. Εἶδε ξένον, καὶ τῆς φύσεως εὐθέως ἐπελάθετο, καὶ τὰς ὠδῖνας ἠγνόησε, καὶ πρὸς τὸν τῶν παίδων βλέπουσα χορὸν, οὐ κατεκλάσθη. Καὶ οἶδα μὲν ἀκούσας πολλάκις λεγόντων πολλῶν, ὅτι Ὁ δεῖνα πτωχὸν ἰδὼν, τὸν χιτωνίσκον, ὃν περιεβέβλητο μόνον, τοῦτον ἀποδυσάμενος, τὸν γυμνὸν περιέβαλεν, αὐτὸς δὲ παρ' ἑτέρου δανεισάμενος ἱμάτιον, οὕτως ἀπῆλθε· καὶ μέγα ἔδοξε τοῦτο εἶναι καὶ θαυμαστόν. Καὶ γὰρ ὄντως ἐστὶ μέγα· τὸ δὲ τῆς χήρας ταύτης πολὺ τούτου μεῖζον. Ἐκεῖνος μὲν γὰρ ἑαυτὸν γυμνώσας, καὶ τὸν γυμνὸν περιβαλὼν, ἔσχε παρ' ἑτέρου λαβεῖν ἱμάτιον· αὕτη δὲ τὴν δράκα τοῦ ἀλεύρου προϊεμένη, οὐκ ἴσχυσε δράκα ἑτέραν λαβεῖν· οὐδὲ μέχρι γυμνότητος ἦν ὁ κίνδυνος αὐτῇ, ἀλλὰ μετ' ἐκεῖνο θάνατος προσεδοκᾶτο καὶ αὐτῆς καὶ τῶν παίδων. Ὅταν οὖν μήτε πενίας, μήτε παιδοτροφίας ἐπιμέλεια κωλύσῃ, μήτε λιμὸς χαλεπὸς, μήτε πτωχεία τοσαύτη, μήτε θάνατος προσδοκώμενος, ποίαν ἕξομεν ἀπολογίαν οἱ εὔποροι; ποίαν οἱ πένητες; Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ· καὶ ἰδοὺ συλλέγω δύο ξυλάρια, καὶ εἰσελεύσομαι, καὶ ποιήσω αὐτὰ τοῖς τέκνοις μου, καὶ φαγόμεθα, καὶ ἀποθανούμεθα. Ταύτην ἕκαστος τὴν ἐλεεινὴν, μᾶλλον δὲ ἕκαστος ταύτην τὴν μακαρίαν φωνὴν καὶ τῶν οὐρανῶν ἀξίαν ἐν τοῖς τοίχοις τῆς οἰκίας ἐγγραφέτω τῆς ἑαυτοῦ, ἐν τῷ θαλάμῳ, ἐν ᾧ ἂν καθεύδωμεν, ἐν τῷ οἴκῳ, ἐν ᾧ ἀριστοποιούμεθα. Ταύτην ἐπὶ τῆς οἰκίας, ταύτην ἐπὶ τῆς ἀγορᾶς, ταύτην ἐν τοῖς συλλόγοις τῶν φίλων, ταύτην εἰς δικαστήριον ἀπιὼν, ταύτην εἰσιὼν, ταύτην ἐξιὼν ἕκαστος μελετάτω τὴν φωνήν· καὶ σφόδρα ἂν ἰσχυρισαίμην, ὅτι οὐδ' ἂν εἰ λίθινός τις εἴη, καὶ σιδηροῦς, καὶ ἀδάμας, ἀνέξεται προσελθόντα πένητα κεναῖς ἀποπέμψαι χερσὶν, ἂν τὴν φωνὴν ἐγγράψῃ ταύτην, ἂν τὴν χήραν πρὸ τῶν ὀφθαλμῶν ἔχῃ. Ἀλλ' ἴσως ἐκεῖνο ἐρεῖ τις· Ἄγε κἀμοὶ προφήτην, καὶ μετὰ τῆς αὐτῆς εὐνοίας ὑποδέξομαι. Ὑπόσχου τοῦτο, καὶ ἄγω σοι τὸν προφήτην. Καὶ τί λέγω τὸν προφήτην; Αὐτὸν ἄγω σοι τὸν τοῦ προφήτου Δεσπότην, τὸν κοινὸν ἡμῶν Θεὸν καὶ Κύριον τὸν Χριστόν. Αὐτὸς γάρ φησιν, ὅτι Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Εἰ δὲ ἀπιστοῦσί τινες τῇ φωνῇ, καὶ τῆς φιλοφροσύνης ἀμελοῦσι, μαθήσονται τότε διὰ τῆς κολάσεως καὶ τῆς τιμωρίας τοῦτο. Ὥσπερ γὰρ αὐτοῦ τοῦ Χριστοῦ παραμελήσαντες, οὕτω πρὸς ἀφόρητον ἀπελεύσονται κόλασιν. Οὕτως οὖν οἱ τοὺς πτωχοὺς τρέφοντες καθάπερ αὐτὸν τὸν Χριστὸν θεραπεύσαντες, εἰς τὴν τῶν οὐρανῶν εἰσάγονται βασιλείαν.