Ancient Greek
Section 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Heliam et viduam 7
Not analysed yet
Ἀλλὰ καιρὸς λοιπὸν πρὸς τὴν χήραν ἐπανελθεῖν. Ἦλθε, φησὶν, εἰς Σαρεφθὰ τῆς Σιδῶνος, καὶ εὗρε γυναῖκα χήραν συλλέγουσαν ξύλα. Ἄξια τῆς ἔνδον πενίας τέως τὰ προπύλαια. Τί οὖν; ἀπετράπη τοιαῦτα τῆς φιλοξενίας ἰδὼν τὰ προοίμια; Οὐδαμῶς· θείας γὰρ ἦν ἀκηκοὼς ἀποφάσεως· ἀλλ' ἐβόησεν ὀπίσω αὐτῆς, καὶ εἶπε, Λάβε δή μοι ὕδωρ, καὶ ἐπορεύθη λαβεῖν. Ὄντως γενναία καὶ φιλόσοφος ἡ γυνὴ, καὶ εἰ μὴ τολμηρὸν εἰπεῖν, καὶ αὐτῆς τοῦ προφήτου μεγαλοψυχίας ἀξία· μᾶλλον δὲ οὐ τολμηρὸν εἰπεῖν· εἰ γὰρ μὴ ἦν ἀξία, οὐκ ἂν ὑποδέξασθαι κατηξιώθη τὸν ἅγιον ἐκεῖνον. Καθάπερ ὁ Χριστός φησι πρὸς τοὺς μαθητάς· ὅτι Εἰς ἣν δὲ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐρωτήσατε τίς ἄξιος ἐν αὐτῇ, κἀκεῖ μείνατε· οὕτω καὶ ἐνταῦθα ὁ Θεὸς, ἐπειδὴ μάλιστα πάντων ἀξίαν ᾔδει τὴν γυναῖκα τοῦ δέξασθαι τὸν προφήτην, διὰ τοῦτο τὰς ἄλλας πάσας ἀφεὶς, ἐκεῖσε αὐτὸν ἔπεμψε. Πλὴν ἀλλὰ καὶ δι' αὐτῶν τῶν πραγμάτων ἴδωμεν αὐτῆς τὴν εὐγένειαν. Λάβε δή μοι, φησὶν, ὕδωρ εἰς ἄγγος. Πολλὴ ἡ φιλοφροσύνη τῆς γυναικός. Ὅτι γὰρ ἀπεκρίνατο, ὅτι λόγου μετέδωκεν, ὅτι μὴ κατασχοῦσα αὐτὸν τὴν πόλιν ἅπασαν ἐκάλεσε πρὸς τὴν τιμωρίαν τῆς θείας ἐκείνης κεφαλῆς, οὐκ ἄξιον ἐκπλήττεσθαι καὶ θαυμάζειν; Καὶ γὰρ ὅτι εἰκὸς ἦν τοῦ λιμοῦ τὴν ἀνάγκην πρὸς ταύτην ἐξαγαγεῖν τὴν ὀργὴν τὸ γύναιον, ἐξ Ἰουδαϊκοῦ παραδείγματος μάνθανε. Ὁ Ἐλισσαῖος, ὁ μαθητὴς τοῦ Ἠλίου, ὁ διπλοῦς Ἠλίας (ἐν γὰρ τῷ μαθητῇ διπλοῦν τὸν διδάσκαλον ἦν ἰδεῖν), προεφήτευσε μετὰ ταῦτα λιμόν· οὐχὶ αὐτὸς ἐπήγαγε, καθάπερ Ἠλίας, ἀλλὰ μέλλοντα ἥξειν προεῖπε. Τί οὖν ὁ βασιλεὺς, ὁ κατ' ἐκείνους τοὺς χρόνους βασιλεύων; Περιεβάλλετο σάκκον, φησί· καὶ γὰρ ἐταπείνωσεν αὐτὸν ἡ συμφορά· ἀλλ' ὅμως οὕτω ταπεινωθεὶς, ἀκούσας γυναικὸς ὀδυρομένης τινὸς ἐπὶ συμβᾶσι διὰ τὸν λιμὸν, εἰς τοσαύτην ἐξηνέχθη τότε ὀργὴν, ὡς ἀναβοῆσαι εὐθέως καὶ εἰπεῖν, Τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ἐλισσαίου υἱοῦ Σαφὰτ ἐπ' αὐτὸν σήμερον. Εἶδες τοῦ βασιλέως τὴν ὀργήν; Μάθε τῆς γυναικὸς τὴν φιλοσοφίαν· αὕτη γὰρ οὐχὶ τὸν προειπόντα λιμὸν, ἀλλὰ τὸν ἐπαγαγόντα εὑροῦσα, καὶ τῆς πόλεως οὖσα ἐγγὺς, οὐκ ἠγανάκτησεν, οὐκ ἠγρίανεν, οὐχ ἑτέρους πρὸς τιμωρίαν ἐκάλεσεν, ἀλλὰ καὶ μετὰ πολλῆς ὑπήκουσε τῆς ἐπιεικείας.