Ancient Greek · ~6 min
Pg 352
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Credidi propter quod locutus sum [Sp.] 352
Not analysed yet
γὰρ αὐτῷ ἀσφαλές, μὴ πιστεύσαντι πρότερον καὶ πληροφορηθέντι περὶ ὧν ἔμελλε διηγήσασθαι, ἄρξασθαι τοῦ διδάσκειν· διὸ ἀναγκαίως προτάσσει λέγων· Ἐπίστευσα, διὸ ἐλάλησα. Τί δὲ καὶ ἐπίστευσα; Ἐπίστευσα τὸν θεὸν πατέρα εἶναι Χριστοῦ, οὐ κτίστην καὶ ποιητήν, ἀλλὰ γεννήτορα· καὶ τοῦτο πληροφορηθεὶς ἐπίστευσα, διὸ ἐλάλησα· οὐδὲ περιειργασάμην τὴν φύσιν τοῦ θεοῦ, ὁποία τε καὶ πόση ἐστίν, ἀλλ' ἐπίστευσα τὸν Χριστὸν θεοῦ εἶναι υἱόν, πρὸ αἰώνων ἀφράστως ἐκ πατρὸς γεννηθέντα, καὶ τοῦτο πληροφορηθεὶς ἐπίστευσα, διὸ ἐλάλησα. Ἀλλὰ τοῦτον τὸν ψαλμὸν εἰ καὶ ἔχουσιν Ἰουδαῖοι, ψάλλειν ἀληθείᾳ οὐ δύνανται· οὐ γὰρ ἐπίστευσαν τὸν θεὸν πατέρα εἶναι τοῦ Χριστοῦ οὐδὲ ἔγνωσαν τὸν Χριστὸν υἱὸν εἶναι θεοῦ· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. Τοῦτον τὸν ψαλμὸν εἰ καὶ ἔχουσιν Εὐνομιανοὶ καὶ Ἀρειανοί, ἀλλ' ἐν ἀληθείᾳ ψάλλειν οὐ δύνανται· οὐ γὰρ ἐπίστευσαν τὸν θεὸν εἶναι γεννήτορα τοῦ Χριστοῦ, ἀλλὰ κτίστην καὶ ποιητήν, οὐδ' αὖ πάλιν ἐπίστευσαν τὸν Χριστὸν εἶναι υἱὸν τοῦ θεοῦ, κτίσμα εἶναι αὐτὸν λέγοντες καὶ ποίημα· Χριστὸν δὲ ἀθετοῦντες τὸν πατέρα ἀθετοῦσιν. Ἄκουε τῆς γραφῆς λεγούσης· Εἴ τις τὸν υἱὸν οὐκ ἔχει, οὗτος οὐδὲ τὸν πατέρα ἔχει. Ἐπίστευσα, διὸ ἐλάλησα. Τοῦτον τὸν ψαλμὸν εἰ καὶ ἔχουσι Μακεδονιανοί, ψάλλειν ἐν ἀληθείᾳ οὐ δύνανται· οὐ γὰρ ἐπίστευσαν τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐκ πατρὸς ἐκπορευόμενον ἀρρήτως εἶναι θεόν· τὸ δὲ ἅγιον πνεῦμα οὐκ ἔχοντες, οὐδὲ τὸν Χριστὸν ἔχουσιν. Ἄκουε Παύλου λέγοντος· Εἴ τις τὸ πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Πᾶς οὖν ὁ ὀρθῶς πιστεύων εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τοῦτο λέγει· Ἐπίστευσα, διὸ ἐλάλησα.