Ancient Greek · ~6 min
Pg 353
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Credidi propter quod locutus sum [Sp.] 353
Not analysed yet
Ἴδωμεν δὲ καὶ τὸν ἑξῆς στίχον, τί βούλεται λέγειν· μετὰ τὸ Ἐπίστευσα, διὸ ἐλάλησα· Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἀλλ' ὁ μὴ νοῶν δοκεῖ ἀνακόλουθον εἶναι τὸν στίχον· ἀλλ' ἐὰν νοήσῃ ἕκαστος ἡμῶν, καθὼς καὶ Δαυὶδ ἐνόησε, περὶ τοῦ θεοῦ καὶ περὶ ἑαυτοῦ λέγει· Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ὀφθαλμοῖς καρδίας τὴν ἀνέκφραστον καὶ ἀνεκδιήγητον τοῦ θεοῦ μεγαλειότητα θεωρήσας, ὅτι ὅσον ὁ οὐρανὸς διαφέρει μύρμηκος, τοσοῦτον θεὸς αὐτοῦ τοῦ ἀνθρώπου, καὶ τοῦτο νοήσας καὶ ἐκπλαγεὶς λέγει· Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Τοῦτο καὶ Ἀβραὰμ θεωρήσας, ὅτι ἐν συγκρίσει θεοῦ αὐτὸς γῆ ἐστι καὶ σποδός, ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Οἱ γὰρ ὑπερήφανοι μὴ γινώσκοντες τὸν θεὸν οὐδὲ ἑαυτοὺς ἴσασι, τί εἰσι· πῶς γὰρ τὸν δημιουργὸν πρότερον μὴ ἐπεγνωκὼς ἑαυτὸν ἐπιγνώσεται, ὅτι πλάσμα ἐστίν; Ὅτι δὲ ἐκ τοῦ μὴ εἰδέναι τὸν κύριον προςγίγνεται ἡ ὑπερηφανία, μαρτυρησάτω μοι ἡ γραφὴ λέγουσα· Ἀρχὴ ὑπερηφανίας τὸ μὴ εἰδέναι τὸν κύριον· ἐκ γὰρ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ. Οὐ τοιοῦτος ὁ Δαυίδ· ἀλλ' ἐγνωκώς, ὅτι καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει, ἐταπείνωσεν ἑαυτόν, ἵνα ὑψωθῆ· πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Τοσοῦτον ἀγαθόν ἐστιν ἡ ταπεινοφροσύνη· ὅτι αὐτὸς ὁ κύριος ἡμῶν ἐταπείνωσεν ἑαυτὸν καὶ ἡμᾶς βουλόμενος πρὸς τὴν ὁμοιότητα τῆς αὐτοῦ ταπεινοφροσύνης ἐπαγαγεῖν λέγει· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἐπίστευσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει