Ancient Greek · ~6 min
Pg 354
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Credidi propter quod locutus sum [Sp.] 354
Not analysed yet
μου· πᾶς ἄνθρωπος ψεύστης. Καὶ πῶς ἀκούομεν τὸν Ἰὼβ ἄνδρα ἀληθινόν; Μαρτυρεῖ γὰρ αὐτῷ ὁ θεὸς λέγων· Προςέσχες τῷ θεράποντί μου Ἰώβ, πῶς οὐκ ἔστι τῶν κατ' αὐτὸν ἐν πάσῃ τῇ γῇ; Ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Εἰ οὖν ἀληθὴς ὁ Ἰὼβ γέγραπται καὶ μαρτυρεῖται παρὰ τοῦ θεοῦ, πῶς λέγει Δαυὶδ ἀποφηνάμενος κατὰ πάντων· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης; Πρὸς ὃ ἐροῦμεν, ὅτι ὅσον ἐν συγκρίσει τῶν ἄλλων ἀνθρώπων ὁ Ἰὼβ ἦν ἀληθινός, ὅσον δὲ ἐν συγκρίσει θεοῦ κἀκεῖνος ψεύστης ἐτύγχανεν. Οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ. Εἰ δὲ οὐδεὶς ἀναμάρτητος, δῆλον ὅτι οὐδὲ ἔστιν ἀψευδής, εἰ μὴ μόνος ὁ θεός. Ὁμοίως δὲ καὶ τὸν Βαρνάβαν ἀκούομεν εἶναι ἀγαθόν· ὅσον ἐν συγκρίσει τῶν ἄλλων ἀνθρώπων καὶ ἀγαθὸν αὐτὸν οἴδαμεν, ὅσον δὲ ἐν συγκρίσει θεοῦ καὶ οὗτος οὐκ ἔστιν ἀγαθός· οὐδεὶς γὰρ ἀγαθός, εἰ μὴ μόνος ὁ θεός. Καὶ ὥςπερ ἐν ὥρᾳ ἑσπέρας λέγει τις φωτεινὸν τὸν ἀστέρα ὅσον ἐν συγκρίσει τῶν ἄλλων ἀστέρων, ἡλίου δὲ φανέντος οὐκ ἄν τις εἴποι φωτεινὸν τὸν ἀστέρα διὰ τὸ τῇ ὑπερβαλλούσῃ αἴγλῃ τοῦ ἡλίου καλύπτεσθαι τὴν λαμπηδόνα τοῦ ἀστέρος, ὡςαύτως καὶ ἄνθρωπόν φαμεν εἶναι ἀληθινὸν καὶ ἀγαθὸν ὅσον ἐν συγκρίσει τῶν ἄλλων, ὅσον δὲ ἐν συγκρίσει θεοῦ οὐκ ἔστιν ἀληθὴς ἄνθρωπος· πᾶς γὰρ ἄνθρωπος ψεύστης. Ἀλλὰ δεῦρο, ἀγαπητοί, τρέψωμεν τὸν λόγον, ἵνα ἑτέραν ἐν αὐτῷ νοημάτων χάριν ἐκλάμπουσαν εὕρωμεν. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης. Δαυὶδ ὁ μακάριος, ὁ ἐν παι-