Ancient Greek · ~7 min
Pg 355
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Credidi propter quod locutus sum [Sp.] 355
Not analysed yet
δίῳ φιλόλογος, ὁ ἐν ἡλικίᾳ φιλόπονος, ὁ ἐν τῷ γήρᾳ φιλόσοφος, Δαυὶδ ὁ μακάριος θεόφιλος ὢν καὶ βουλόμενος θεὸν περιαθρῆσαι ὀφθαλμοῖς καρδίας, ὁποῖός ἐστιν, ἔξω γενόμενος τῶν σαρκικῶν ἐπιθυμιῶν καὶ τῷ νῷ τὸν ἀέρα παραδραμὼν καὶ τὰς νεφέλας ὑπερκύψας καὶ τὸν οὐρανὸν ὑπεραλόμενος καὶ τὰς ἀγγελικὰς δυνάμεις παραπετασθεὶς καὶ εἰς αὐτὸ τὸ ἄϋλον καὶ ἀκραιφνέστατον εἶδος τοῦ θεοῦ ἐμβατεύσας καὶ θεωρήσας τὴν αἴγλην ἐκείνην καὶ τὴν ἀστραπὴν τῆς θεότητος ἀνείκαστον μεγαλειότητα οὖσαν καὶ νοήσας, ὅτι οὐδεὶς ἀνθρώπων οὐδὲ μία γλῶσσα ἀνθρωπίνη ἱκανή ἐστι διηγήσασθαι τὸ μέγεθος τοῦ θεοῦ, γεγονὼς ἐν τοιαύτῃ ἐκστάσει καὶ καταμαθὼν ἀκριβῶς θαρσῶν ἀποφαίνεται λέγων· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης. Ἀλλὰ δεῦρο πάλιν τρέψωμεν τὸν μαργαρίτην τοῦ λόγου καὶ ὑπὸ τῆς ἐγκειμένης αἴγλης τοῦ πνεύματος τὸν νοῦν ἡμῶν καταυγάσωμεν. Οἶδα, ἀγαπητοί, ἐγὼ καὶ γεωργὸν ἔμπειρον ἀπὸ μιᾶς χώρας ἐν ἐνιαυτῷ τρεῖς καρποὺς λαμβάνοντα· μιμησώμεθα οὖν καὶ ἡμεῖς τοὺς γεωργούς, τῇ δικέλλῃ τοῦ πνεύματος σκάλλωμεν κατὰ τὸν προφήτην τὸν λέγοντα· Νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλεν τὸ πνεῦμά μου. Πρῶτον οὖν τοῦ γράμματος ἐθεωρήσαμεν στίχον, τὸν δεύτερον ἐλάβομεν, ἔτι τὸν τρίτον θεωρήσωμεν· Ἐγὼ δὲ εἶπον, φησίν, ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης. Θεώρει μοι πάντα ἄνθρωπον ἑαυτῷ ὑπογράφοντα πολλὰ ἔτη ζωῆς, βουλόμενον οἰκοδομεῖν καὶ καταφυτεύειν καὶ τὰ τέκνα αὐτοῦ ἐκτρέφειν καὶ κατὰ τῶν ἀδικούντων δὲ αὐτὸν ἐντυγχάνειν καὶ ἐπαγγελλόμενον τοὺς ἐχθροὺς ἀμύνασθαι, φυλακίζειν, δεσμεύειν, ἐξορίζειν ἢ καὶ ἄλλο τι ποιεῖν χαλεπώτερον καὶ μετ' οὐ πολὺ αὐτῇ τῇ νυκτὶ ἢ μετὰ δύο ἢ τρεῖς ἡμέρας ἀποθνήσκοντα, καὶ ὄψῃ, πῶς πᾶς ἄνθρωπος ψεύστης· ἃ γὰρ ἐπηγγείλατο, οὐκ ἐποίησεν. Ἀλλὰ πᾶς μὲν ὁ